1
ὁ περὶ τῆς ἑν τῷ Τιμαίῳ ψυχογονίας ἐπιγεγραμμένος λόγος, ὅσα Πλάτωνι καὶ τοῖς Πλατωνικοῖς πεφιλοτίμηται, ἀπαγγέλλει· εἰσάγει δὲ καὶ γεωμετρικάς τινας ἀναλογίας καὶ ὁμοιότητας, πρὸς τὴν τῆς ψυχῆς ὡς οἴεται θεωρίαν συντεινούσας αὐτῷ, καὶ δὴ καὶ μουσικὰ καὶ ἀριθμητικὰ θεωρήματα.
2
λέγει δὲ τὴν ὕλην διαμορφωθῆναι ὑπὸ τῆς ψυχῆς καὶ δίδωσι μὲν τῷ παντὶ ψυχήν, δίδωσι δὲ καὶ ἑκάστῳ ζῴῳ τὴν διοικοῦσαν αὐτό, καὶ πῆ μὲν ἀγένητον εἰσάγει ταύτην πῆ δὲ γενέσει δουλεύουσαν ἀίδιον δὲ τὴν ὕλην καὶ ὑπὸ τοῦ θείου διὰ τῆς ψυχῆς μορφωθῆναι· καὶ τὴν κακίαν δὲ βλάστημα τῆς ὕλης γεγονέναι, ἵνα μή, φησί, τὸ θεῖον αἴτιον τῶν κακῶν νομισθείη.
3
ὅτι οἱ περὶ τὸν Ποσειδώνιον οὐ μακρὰν τῆς ὕλης ἀπέστησαν τὴν ψυχήν, ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι επιτομε λιβρι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατʼ ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα· τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι· τῆς τε ψυχῆς τῷ νοητῷ τὸ ἀίδιον καὶ τῷ αἰσθητικῷ τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν. ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώτερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δʼ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη· πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δʼ οὐδʼ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπʼ ἀριθμοῦ, προείρηται.