Thesauros Literature biography Περὶ Στωικῶν ἐνιγμάτων

Περὶ Στωικῶν ἐνιγμάτων

Περὶ Στωικῶν ἐνιγμάτων Plutarch
35 ἀλλὰ μὴν τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν· ὥσπερ ἐν τῷ δευτέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατʼ ἄλλην οἰκονομίαν ὥσπερ ἐν ταῖς πόλεσι. καὶ πάλιν ἐν τούτοις πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς προειρημένοις· εἶθʼ ὅτι ταῦτʼ ἀπονέμεται κατὰ τὸν τοῦ Διὸς λόγον ἢτοι ἐπὶ κολάσει ἢ κατʼ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν. ἔστι μὲν οὖν καὶ τοῦτο δεινόν, τὸ καὶ γίγνεσθαι τὴν κακίαν καὶ κολάζεσθαι κατὰ τὸν τοῦ Διὸς λόγον. ἐπιτείνει δὲ τὴν ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε ἡ δὲ κακία πρὸς τὰ δεινὰ συμπτώματα ἴδιὸν τινʼ ἔχει λόγον· γίγνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν. καὶ οὗτος ἐπιτιμᾷ τοῖς ἐπίσης πρὸς τἀναντία διαλεγομένοις, ὃς ὑπὸ τοῦ πάντως τι βούλεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν οὐκ ἀχρήστως λέγει βαλλαντιοτομεῖν, συκοφαντεῖν καὶ ἀφραίνειν, οὐκ ἀχρήστως ἀχρήστους εἶναι, βλαβερούς, κακοδαίμονας. εἶτα ποῖός τις ὁ Ζεύς, λέγω δὲ τὸν Χρυσίππου, κολάζων πρᾶγμα μήτʼ ἀφʼ ἑαυτοῦ μήτʼ ἀχρήστως γιγνόμενον; ἡ μὲν γὰρ κακία πάντως ἀνέγκλητός ἐστι κατὰ τὸν τοῦ Χρυσίππου λόγον ὁ δὲ Ζεὺς ἐγκλητέος εἴτʼ ἄχρηστον οὖσαν τὴν κακίαν πεποίηκεν εἴτε, ποιήσας οὐκ ἀχρήστως, κολάζει.
36 πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν περὶ τῶν θεῶν, ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι, κακίαν δέ φησὶ καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτʼ ἔχει καλῶς; ἀρθῆναι ἀλλʼ εἰ μὲν οὑκ ἔχει καλῶς ἀρθῆναι τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφʼ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν ἀναιρῶν, ἣν οὐκ ἔχει καλῶς ἀναιρεῖν, μαχόμενὸν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ θεῷ· πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστασθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δίδωσιν ἀνοσιότητος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme