Thesauros Literature biography Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι

Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι

Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι Plutarch
4 ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ πρωῒ, δείλης ἄριστος· καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμαθὴς καὶ ἄδικος καὶ, ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνί σταται καὶ βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ βέβαιος καὶ ἀδόξαστος· οὐ γένεια φύσας οὐδʼ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον ἕξιν ἐσχηκώς, οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθηρίας, ἀλλʼ ἐξαίφνης, ὀλίγου δέω εἰπεῖν, ἣρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος. ἐκ τῆς Στοᾶς; γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν εὖξαι τί βούλει, πάντα σοι γενήσεται πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας
5 ὁ μὲν γὰρ ποιητικὸς; μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλʼ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ αὐτῷ καὶ τοῖς συνοῦσιν ὁ δὲ τὴν Στωικὴν λαβὼν Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρανίζεται δὲ τροφὴν παρʼ ἑτέρων· καὶ βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς καὶ πάντα μὲν ἔχει μόνος ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτʼ ὠνεῖται, πολλάκις δανειζόμενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων.
6 καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα πτωχῷ λευγαλέῳ ἐναλίγκιον· ὁ δʼ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς ἐγὼ μόνος· εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ καὶ βαμβακύζω.
← Previous 2 / 2

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme