Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
12 ΔΙΑΔΟΥΜ. ἔοικε δʼ ἡμᾶς ἀπαλλάττειν τοῦ περὶ τούτων ἔτι πλείονα λέγειν ὁ κολοφὼν αὐτὸς, ὃν ὁ Χρύσιππος τοῖς δόγμασιν ἐπιτέθεικεν. ὄντων γὰρ ἐν τῇ φύσει τῶν μὲν ἀγαθῶν τῶν δὲ κακῶν τῶν δὲ καὶ μεταξὺ καὶ καλουμένων ἀδιαφόρων, οὐδεὶς ἔστιν ἀνθρώπων, ὃς οὐ βούλεται τἀγαθὸν ἔχειν μᾶλλον ἢ τὸ ἀδιάφορον καὶ τὸ ἀδιάφορον ἢ τὸ κακόν. ἀλλὰ καὶ τοὺς θεοὺς δήπου ποιούμεθα μάρτυρας, αἰτούμενοι ταῖς εὐχαῖς παρʼ αὐτῶν μάλιστα μὲν κτῆσιν ἀγαθῶν, εἰ δὲ μή, κακῶν ἀποφυγήν, τὸ δὲ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀντὶ μὲν τἀγαθοῦ μὴ θέλοντες ἔχειν ἀντὶ δὲ τοῦ κακοῦ θέλοντες. ὁ δὲ τὴν φύσιν ἐναλλάττων καὶ τὴν τάξιν ἀναστρέφων ἐκ τῆς μέσης χώρας τὸ μέσον εἰς τὴν ἐσχάτην μετατίθησι, τὸ δʼ ἔσχατον εἰς τὴν μέσην ἐπανάγει καὶ μετοικίζει, καθάπερ οἱ τύραννοι τοῖς κακοῖς προεδρίαν διδοὺς καὶ νομοθετῶν πρῶτον διώκειν τάγαθὸν δεύτερον δὲ τὸ κακόν, ἔσχατον δὲ καὶ χείριστον ἡγεῖσθαι τὸ μήτʼ ἀγαθὸν μήτε κακόν· ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Ἅιδου τιθείη, τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειε τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον. εἰπὼν οὖν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὅτι λυσιτελεῖ ζῆν ἄφρονα ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιφέρει κατὰ λέξιν τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ καὶ τὰ κακὰ τῶν ἄλλων ἀνὰ μέσον προτερεῖν· ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, εἰ καὶ ἄφρονες; ἐσόμεθα δῆλον οὖν, εἰ καὶ ἄδικοι, καὶ παράνομοι καὶ θεοῖς ἐχθροὶ καὶ κακοδαίμονες· οὐδὲν γὰρ ἄπεστι τούτων τοῖς ἀφρόνως βιοῦσιν. ἐπιβάλλει τοίνυν κακοδαιμονεῖν μᾶλλον ἢ μὴ κακοδαιμονεῖν καὶ βλάπτεσθαι μᾶλλον ἢ μὴ βλάπτεσθαι καὶ ἀδικεῖν ἢ μὴ ἀδικεῖν καὶ παρανομεῖν ἢ μὴ παρανομεῖν; τουτέστιν ἐπιβάλλει τὰ μὴ ἐπιβάλλοντα ποιεῖν καὶ καθήκει ζῆν καὶ παρὰ τὸ καθῆκον. ναί χεῖρον γάρ ἐστι τὸ ἄλογον καὶ τὸ ἀναίσθητον εἶναι τοῦ ἀφραίνειν εἶτα τί παθόντες οὐχ ὁμολογοῦσιν εἶναι κακόν, ὃ τοῦ κακοῦ χεῖρόν ἐστι; διὰ τί φευκτὸν ἀποφαίνουσι μόνον τὴν ἀφροσύνην, εἰ οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐπιβάλλον ἐστὶ φεύγειν τὴν μὴ δεχομένην τὸ ἀφραίνειν διάθεσιν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme