Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
13 ΔΙΑΔΟΥΜ. ἀλλὰ τί ἄν τις ἐπὶ τούτοις δυσχεραίνοι, μεμνημένος ὧν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γέγραφεν, ἀποφαίνων οὐκ ἀχρήστως τὴν κακίαν πρὸς τὰ ὅλα γεγενημένην; ἄξιον δʼ ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς πως, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγίειαν ἀδιάφορον ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον ἀνωφελὲς ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν ἡ δὲ κακία πρὸς τὰ λοιπὰ συμπτώματα ἔχει ὅρον γίνεται γὰρ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν. οὐκοῦν ἐν θεοῖς ἀγαθὸν οὐδὲν ἔστιν, ἐπεὶ μηδὲ κακόν· οὐδέ, ὅταν ὁ Ζεὺς εἰς ἑαυτὸν ἀναλώσας τὴν ὕλην ἅπασαν εἷς γένηται καὶ τὰς ἄλλας ἀνέλῃ διαφοράς, οὐδὲν ἔστιν ἀγαθὸν τηνικαῦτα, μηδενός γε κακοῦ παρόντος· ἀλλὰ χοροῦ μὲν ἔστιν ἐμμέλεια μηδενὸς ἀπᾴδοντος ἐν αὐτῷ, καὶ σώματος ὑγίεια μηδενὸς μορίου νοσοῦντος ἀρετὴ δʼ ἄνευ κακίας οὐκ ἔχει γένεσιν, ἀλλʼ ὥσπερ ἐνίαις τῶν ἰατρικῶν δυνάμεων ἰὸς ὄφεως καὶ χολὴ ὑαίνης ἀναγκαῖόν ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους δικαιοσύνην καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν πῶς δʼ ἂν εὗρεν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε καὶ Φάλαριν; ὥρα λέγειν αὐτοῖς ὅτι καὶ φθίσις γέγονεν ἀνθρώπῳ πρὸς εὐεξίαν καὶ ποδάγρα πρὸς ὠκύτητα καὶ οὐκ ἂν ἦν Ἀχιλλεὺς κομήτης, εἰ μὴ φαλακρὸς Θερσίτης. τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν καὶ πρὸς τὴν δικαιοσύνην τὴν ἀδικίαν; ὅπως εὐχώμεθα τοῖς θεοῖς ἀεὶ μοχθηρίαν εἶναι ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος, εἰ, τούτων ἀναιρεθέντων, οἴχεται φροῦδος ἡ ἀρετὴ καὶ συναπόλωλεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme