Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
14 ΔΙΑΔΟΥΜ. ἢ βούλει τὸ ἣδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ἱστορῆσαι; ὥσπερ γὰρ αἱ κωμῳδίαι φησὶν ἐπιγράμματα γελοῖα φέρουσιν, ἃ καθʼ αὑτὰ μέν ἐστι φαῦλα τῷ δʼ ὅλῳ ποιήματι χάριν τινὰ προστίθησιν, οὕτω ψέξειας ἂν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν κακίαν· τοῖς δʼ ὅλοις οὐκ ἄχρηστός ἐστι. πρῶτον μὲν οὖν τὴν κακίαν γεγονέναι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν, ὥσπερ τὸ φαῦλον ἐπίγραμμα γέγονε κατὰ τὴν τοῦ ποιητοῦ βούλησιν, πᾶσαν ἐπίνοιαν ἀτοπίας ὑπερβάλλει. τί γὰρ μᾶλλον ἀγαθῶν ἢ κακῶν δοτῆρες ἔσονται; πῶς δʼ ἔτι θεοῖς ἐχθρὸν ἡ κακία καὶ θεομισές; ἢ τί πρὸς τὰ τοιαῦτα δυσφημήματα λέγειν ἕξομεν, ὡς θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ καί τίς τʼ ἂρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; ἔπειτα δὲ τὸ μὲν φαῦλον ἐπίγραμμα τὴν κωμῳδίαν κοσμεῖ καὶ συνεργεῖ πρὸς τὸ τέλος αὐτῆς, ἐφιεμένης τοῦ γελοίου ἢ κεχαρισμένου τοῖς θεαταῖς· ὁ δὲ πατρῷος καὶ ὕπατος καὶ θεμίστιος Ζεὺς καὶ ἀριστοτέχνας, κατὰ Πίνδαρον, οὐ δρᾶμα δήπου μέγα καὶ ποικίλον καὶ πολυμερὲς δημιουργῶν τὸν κόσμον, ἀλλὰ θεῶν καὶ ἀνθρώπων ἄστυ κοινόν, συννεμησομένων μετὰ δίκης καὶ ἀρετῆς ὁμολογουμένως καὶ μακαρίως, τί πρὸς τὸ κάλλιστον τοῦτο καὶ σεμνότατον τέλος ἐδεῖτο λῃστῶν καὶ ἀνδροφόνων καὶ πατροκτόνων καὶ τυράννων; οὐ γὰρ ἡδὺ τῷ θείῳ καὶ κομψὸν ἡ κακία γέγονεν ἐπεισόδιον, οὐδὲ διʼ εὐτραπελίαν ἡ ἀδικία καὶ γέλωτα καὶ βωμολοχίαν προστέτριπται τοῖς πράγμασιν, ὑφʼ ὧν οὐδʼ ὄναρ ἰδεῖν ἔστι τῆς ὑμνουμένης ὁμολογίας. ἔτι τὸ μὲν φαῦλον ἐπίγραμμα τοῦ ποιήματος πολλοστημόριόν ἐστι καὶ μικρὸν ἐπέχει παντάπασιν ἐν τῇ κωμῳδίᾳ χωρίον, καὶ οὔτε πλεονάζει τὰ τοιαῦτα οὔτε τῶν εὖ πεποιῆσθαι δοκούντων ἀπόλλυσι καὶ λυμαίνεται τὴν χάριν· τῆς δὲ κακίας ἀναπέπλησται πάντα πράγματα καὶ πᾶς ὁ βίος εὐθὺς ἐκ παρόδου καὶ ἀρχῆς ἄχρι κορωνίδος ἀσχημονῶν καὶ ἐκπίπτων καὶ ταραττόμενος καὶ μηδὲν ἔχων μέρος καθαρὸν μηδʼ ἀνεπίληπτον, ὡς οὗτοι λέγουσιν, αἴσχιστόν ἐστι δραμάτων ἁπάντων καὶ ἀτερπέστατον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme