18
ΔΙΑΔΟΥΜ. χωρὶς δὲ τούτων, τί ἐκώλυε τοῦ μὲν κακοῦ νόησιν εἶναι τοῦ δʼ ἀγαθοῦ καὶ ὕπαρξιν; ὥσπερ οἶμαι καὶ τοῖς θεοῖς ὑγιείας μὲν ἔστι παρουσία, πυρετοῦ δὲ καὶ πλευρίτιδος νόησις. ἐπεὶ καὶ ἡμεῖς, κακῶν μὲν ἀφθόνως πᾶσι παρόντων ἀγαθοῦ δὲ μηδενός, ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοῦ γε νοεῖν οὐκ ἀπολελείμμεθα τὴν φρόνησιν τἀγαθὸν τὴν εὐδαιμονίαν. ὃ καὶ θαυμαστόν ἐστιν εἰ, τῆς μὲν ἀρετῆς μὴ παρούσης, εἰσὶν οἱ διδάσκοντες ὁποῖόν ἐστι καὶ κατάληψιν ἐμποιοῦντες τῆς κακίας δὲ μὴ γενομένης, οὐ δυνατὸν ἦν κτήσασθαι νόησιν. ὅρα γὰρ οἷα πείθουσιν ἡμᾶς οἱ κατὰ τὰς ἐννοίας φιλοσοφοῦντες, ὅτι τῇ μὲν ἀφροσύνῃ καταλαμβάνομεν τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἄνευ τῆς ἀφροσύνης οὔθʼ ἑαυτὴν οὔτε τὴν ἀφροσύνην καταλαμβάνειν πέφυκεν.
19
ΔΙΑΔΟΥΜ. εἰ δὲ δὴ πάντως ἐδεῖτο κακοῦ γενέσεως ἡ φύσις, ἓν ἦν δήπου παράδειγμα κακίας ἱκανὸν ἢ δεύτερον· εἰ δὲ βούλει, δέκα φαύλους ἢ χιλίους ἢ μυρίους ἔδει γενέσθαι, καὶ μὴ κακίας μὲν φορὰν τοσαύτην τὸ πλῆθος οὐ ψάμμος, ἢ κόνις, ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν τόσσον ἂν χεύαιτʼ ἀριθμόν ἀρετῆς δὲ μηδʼ ἐνύπνιον. οἱ μὲν γὰρ ἐν Σπάρτῃ τῶν φιδιτίων ἐπιμελόμενοι δύο ἢ τρεῖς ἐπίτηδες εἵλωτας ἐμπεφορημένους ἀκράτου καὶ μεθύοντας εἰσάγοντες εἰς κοινὸν ἐπιδείκνυνται τοῖς νέοις, ὁποῖόν ἐστι τὸ μεθύειν, ὅπως φυλάττωνται καὶ σωφρονῶσιν ἐν δὲ τῷ βίῳ τὰ πολλὰ ταῦτα τῆς κακίας γέγονε παραδείγματα· νήφων γὰρ οὐδὲ εἷς ἐστι πρὸς ἀρετήν, ἀλλὰ ῥεμβόμεθα πάντες, ἀσχημονοῦντες καὶ κακοδαιμονοῦντες οὕτως ὁ λόγος ἡμᾶς μεθύσκει καὶ τοσαύτης καταπίμπλησι ταραχῆς καὶ παραφροσύνης, οὐδὲν ἀπολείποντας τῶν κυνῶν, ἅς φησιν Αἴσωπος δερμάτων τινῶν ἐμπλεόντων ἐφιεμένας ὁρμῆσαι μὲν ἐκπίνειν τὴν θάλασσαν, ῥαγῆναι δὲ πρότερον ἢ τῶν δερμάτων λαβέσθαι καὶ γὰρ ἡμᾶς ὁ λόγος ἐλπίζοντας εὐδαιμονήσειν διʼ αὐτοῦ καὶ τῇ ἀρετῇ προσοίσεσθαι, πρὶν ἐπʼ ἐκείνην ἀφικέσθαι, διέφθαρκε καὶ ἀπολώλεκε, πολλῆς ἀκράτου καὶ πικρᾶς κακίας προεμφορηθέντας εἴ γε δὴ καὶ τοῖς ἐπʼ ἄκρον προκόπτουσιν, ὡς οὗτοι λέγουσιν, οὔτε κουφισμὸς οὔτʼ ἄνεσις ἔστιν οὔτʼ ἀναπνοὴ τῆς ἀβελτερίας καὶ κακοδαιμονίας