Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
20 ΔΙΑΔΟΥΜ. ὁ τοίνυν λέγων οὐκ ἀχρήστως γεγονέναι τὴν κακίαν, ὅρα πάλιν οἷον αὐτὴν ἀποδείκνυσι χρῆμα καὶ κτῆμα τοῖς ἔχουσι, γράφων ἐν τοῖς περὶ Κατορθωμάτων ὡς ὁ φαῦλος οὐδενὸς· δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον. πῶς οὖν εὔχρηστος ἡ κακία, μεθʼ ἧς οὐδʼ ὑγίεια χρήσιμον οὐδὲ πλῆθος χρημάτων οὐδὲ προκοπή; οὐ δεῖται δέ τις ὧν· τὰ μὲν προηγμένα· καὶ ληπτὰ καὶ νὴ Δίʼ εὔχρηστα, τὰ δὲ κατὰ φύσιν, ὡς αὐτοὶ καλοῦσιν; εἶτα τούτων οὐδεὶς ἔχει χρείαν, ἂν μὴ γένηται σοφός. οὐδὲ τοῦ σοφὸς οὖν γενέσθαι χρείαν ἔχει ὁ φαῦλος. οὐδὲ διψῶσιν οὐδὲ πεινῶσιν ἄνθρωποι, πρὶν σοφοὶ γενέσθαι· διψῶντες οὖν ὕδατος οὐκ ἔχουσι χρείαν οὐδʼ ἄρτου πεινῶντες. ἔστε ξένοισι μειλίχοις ἐοικότες στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις· οὗτος οὐκ εἶχε χρείαν ὑποδοχῆς; οὐδὲ χλαίνης ἐκεῖνος ὁ λέγων δὸς χλαῖναν Ἱππώνακτι κάρτα γὰρ ῥιγῶ; ἀλλὰ βούλει παράδοξον εἰπεῖν τι καὶ περιττὸν καὶ ἴδιον; λέγε τὸν σοφὸν μηδενὸς ἔχειν χρείαν μηδὲ δεῖσθαί τινος, ἐκεῖνος ὄλβιος, ἐκεῖνος ἀπροσδεής, ἐκεῖνος αὐτάρκης μακάριος τέλειος. νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς οὐ δέονται μὲν ἐνδέονται δʼ οἱ φαῦλοι, πεττῶν δίκην δεῦρο κἀκεῖ τὰς κοινὰς ἐννοίας μετατιθείς. πάντες γὰρ ἄνθρωποι τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι νομίζουσιν, ἡγούμενοι τὸν οὐχ ἑτοίμων οὐδʼ εὐπορίστων δεόμενον ἐνδεῖσθαι. κεράτων γοῦν καὶ πτερῶν οὐδεὶς ἐνδεὴς ἄνθρωπός ἐστιν, ὅτι μηδὲ δεῖται τούτων· ἀλλʼ ὅπλων ἐνδεεῖς, λέγομεν καὶ χρημάτων καὶ ἱματίων, ὅταν ἐν χρείᾳ γενόμενοι μὴ τυγχάνωσι μηδʼ ἔχωσιν. οἱ δʼ οὕτως ἐπιθυμοῦσιν ἀεί τι παρὰ τὰς κοινὰς ἐννοίας φαίνεσθαι λέγοντες, ὥστε πολλάκις ἐξίστασθαι καὶ τῶν ἰδίων ἐπιθυμίᾳ καινολογίας, ὥσπερ ἐνταῦθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme