Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
21 ΔΙΑΔΟΥΜ. σκόπει δὲ μικρὸν ἀνωτέρω ἀναγαγὼν ἑαυτόν. ἕν τι τῶν παρὰ τὰς ἐννοίας λεγομένων ἐστὶ τὸ μηδένα φαῦλον ὠφελεῖσθαι καίτοι παιδευόμενοὶ γε πολλοὶ προκόπτουσι καὶ δουλεύοντες ἐλευθεροῦνται καὶ πολιορκούμενοι σῴζονται καὶ πληρούμενοι χειραγωγοῦνται καὶ θεραπεύονται νοσοῦντες ἀλλʼ οὐκ ὠφελοῦνται τούτων τυγχάνοντες οὐδʼ πάσχουσιν οὐδʼ εὐεργέτας ἔχουσιν οὐδʼ εὐεργετῶν ἀμελοῦσιν οὐδʼ τοίνυν οὐδʼ ἀχαριστοῦσιν οἱ φαῦλοι καὶ μὴν οὐδʼ οἱ νοῦν ἔχοντες. ἀνύπαρκτον οὖν ἐστι. τὸ ἀχάριστον οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. ὅρα δὴ τί πρὸς ταῦτα λέγουσιν· ὅτι ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ φαῦλοι τυγχάνουσιν εἶθʼ οἷς χάριτος μέτεστι, τούτοις οὐ μέτεστι χρείας; ὅπου δὲ διατείνει χάρις, ἐκεῖ χρήσιμον οὐδέν ἐστιν οὐδʼ οἰκεῖον; ἄλλο δὲ τί ποιεῖ τὴν ὑπουργίαν χάριν ἢ τὸ πρός τι χρήσιμον ὑπάρξαι τῷ δεομένῳ τὸν παρασχόντα;
22 ΛΑΜΠΡ. Ταῦτα μὲν οὖν ἄφες. ἡ δὲ πολυτίμητος ὠφέλεια τίς ἐστιν, ἣν ὡς μέγα τι τοῖς σοφοῖς ἐξαίρετον φυλάσσοντες, οὐδʼ ὄνομα λείπουσιν αὐτῆς τοῖς μὴ σοφοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme