Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
23 ΔΙΑΔΟΥΜ. πόθεν οὖν φησὶν ἄρξωμαι; καὶ τίνα λάβω τοῦ καθήκοντος ἀρχὴν καὶ ὕλην τῆς ἀρετῆς, ἀφεὶς τὴν φύσιν καὶ τὸ κατὰ φύσιν; πόθεν δʼ Ἀριστοτέλης, ὦ μακάριε, καὶ Θεόφραστος; ἄρχονται; τίνας δὲ Ξενοκράτης καὶ Πολέμων λαμβάνουσιν ἀρχάς; οὐχὶ καὶ Ζήνων τούτοις ἠκολούθησεν, ὑποτιθεμένοις στοιχεῖα τῆς εὐδαιμονίας τὴν φύσιν καὶ τὸ κατὰ φύσιν; ἀλλʼ ἐκεῖνοι μὲν ἐπὶ τούτων ἔμειναν ὡς αἱρετῶν καὶ ἀγαθῶν καὶ ὠφελίμων, καὶ τὴν ἀρετὴν προσλαβόντες αὐτοῖς ἐνεργοῦσαν, οἰκείως χρωμένην ἑκάστῳ, τέλειον ἐκ τούτων καὶ ὁλόκληρον ᾤοντο συμπληροῦν βίον καὶ συμπεραίνειν, τὴν ἀληθῶς τῇ φύσει πρόσφορον καὶ συνῳδὸν ὁμολογίαν ἀποδιδόντες. οὐ γὰρ ὥσπερ οἱ τῆς γῆς ἀφαλλόμενοι καὶ καταφερόμενοι πάλιν ἐπʼ αὐτὴν ἐταράττοντο, ταὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετὰ καὶ οἰκεῖα καὶ οὐκ ἀγαθά, καὶ., ἀνωφελῆ μὲν εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες· ἀλλʼ οἷος ὁ λόγος, τοιοῦτος ἦν ὁ βίος τῶν ἀνδρῶν ἐκείνων, ἃ ἔπραττον οἷς ἔλεγον οἰκεῖα καὶ σύμφωνα παρεχόντων. ἡ δὲ τούτων αἵρεσις, ὥσπερ ἡ παρʼ Ἀρχιλόχῳ γυνή τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρὶ τἡτέρῃ δὲ πῦρ, τοῖς μὲν προσάγεται τὴν φύσιν τοῖς δʼ ἀπωθεῖται δόγμασι μᾶλλον δὲ τοῖς μὲν ἔργοις καὶ τοῖς πράγμασιν ὡς αἱρετῶν καὶ ἀγαθῶν ἔχονται τῶν κατὰ φύσιν, τοῖς δʼ ὀνόμασι καὶ τοῖς ῥήμασιν ἀδιάφορα καὶ ἄχρηστα καὶ ἀρρεπῆ πρὸς εὐδαιμονίαν ἀναίνονται καὶ προπηλακίζουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme