Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
25 ΔΙΑΔΟΥΜ. καὶ μὴν ὅτι δυεῖν ἀγαθῶν, τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπʼ οὐδενὸς ἀγνοεῖται. γιγνώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν. τῷ τρίτῳ περὶ Ἀγαθῶν τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ, καὶ τίθησιν ἔν γε τοῖς περὶ Δικαιοσύνης, εἰ μέν τις ὑπόθοιτο τὴν ἡδονὴν τέλος, οὐκ οἴεται σῴζεσθαι τὸ δίκαιον· εἰ δὲ μὴ τέλος ἀλλʼ ἁπλῶς ἀγαθόν, οἴεται· τὰς δὲ λέξεις οὐκ οἴομαί σε δεῖσθαι νῦν ἀκούειν ἐμοῦ καταλέγοντος τὸ γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἔστι πανταχόθεν λαβεῖν. ὅταν οὖν αὖθις, ὦ φίλε, μηδὲν ἀγαθὸν λέγωσι μηδενὸς ἀγαθοῦ μεῖζον εἶναι μηδʼ ἔλαττον ἀλλʼ ἴσον τῷ τέλει τὸ μὴ τέλος, οὐ ταῖς κοιναῖς μόνον ἐννοίαις ἀλλὰ καὶ τοῖς αὑτῶν λόγοις φαίνονται μαχόμενοι. καὶ πάλιν εἰ δυεῖν κακοῖν ὑφʼ οὗ μὲν γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τὸ δὲ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας, παρὰ τὴν ἔννοιάν ἐστι μὴ λέγειν ἐκεῖνο μεῖζον εἶναι κακόν, ὑφʼ οὗ γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τοῦ ὃ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας· μηδὲ κακίονα βλάβην τὴν κακίονας ἡμᾶς ἀποτελοῦσαν. ἀλλʼ ὁμολογεῖ γε Χρύσιππος εἶναί τινας φόβους καὶ λύπας καὶ ἀπάτας, αἳ βλάπτουσι μὲν ἡμᾶς χείρονας δʼ οὐ ποιοῦσιν. ἔντυχε δὲ τῷ πρώτῳ τῶν πρὸς Πλάτωνα γεγραμμένων περὶ Δικαιοσύνης· καὶ γὰρ ἄλλων ἕνεκα τὴν ἐκεῖ τοῦ ἀνδρὸς εὑρησιλογίαν ἄξιον ἱστορῆσαι, πάντων ἁπλῶς πραγμάτων καὶ δογμάτων οἰκείων ὁμοῦ καὶ ἀλλοτρίων ἀφειδοῦσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme