Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
27 ΔΙΑΔΟΥΜ. ἐπεὶ δʼ ἐνταῦθα λόγου γεγόναμεν, τί ἂν φαίης μᾶλλον εἶναι παρὰ τὴν ἔννοιαν ἢ τὸ μὴ λαβόντας ἔννοιαν ἀγαθοῦ μηδὲ σχόντας, ἐφίεσθαι τἀγαθοῦ καὶ διώκειν; ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην μᾶλλον συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων οὐ διδόντων τὴν πρὸς τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι τἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τἀγαθοῦ νοηθέντος, ἄλλο δʼ οὐδὲν ἀλλʼ αὐτὴ μόνον τάγαθόν ἐστιν. ἴθι δὲ καὶ σκόπει τὴν ἐκ τῆς Στοᾶς ταύτην ἀρνουμένην ἀδιαφορίαν καλουμένην δʼ ὁμολογίαν, ὅπως δὴ καὶ ὁπόθεν παρέσχεν αὑτὴν ἀγαθὸν νοηθῆναι. εἰ γὰρ τἀγαθοῦ χωρὶς οὐκ ἔστι νοῆσαι τὴν πρὸς τὸ μὴ ἀγαθὸν ἀδιαφορίαν, ἔτι μᾶλλον ἡ τῶν ἀγαθῶν φρόνησις ἐπίνοιαν αὑτῆς οὐ δίδωσι τοῖς ἀγαθὸν μὴ προεννοήσασιν. ἀλλʼ ὥσπερ ὑγιεινῶν καὶ νοσερῶν τέχνης οὐ γίγνεται νόησις, οἷς μὴ πρότερον αὐτῶν ἐκείνων γέγονεν, οὕτως ἀγαθῶν καὶ κακῶν ἐπιστήμης οὐκ ἔστιν ἔννοιαν λαβεῖν μὴ τἀγαθὰ καὶ τὰ κακὰ προεννοήσαντας.
27 ΛΑΜΠΡ. τί οὖν ἀγαθόν ἐστιν;
27 ΔΙΑΔΟΥΜ. οὐδὲν ἀλλʼ ἢ φρόνησις.
27 ΛΑΜΠΡ. Τί δʼ ἡ φρόνησις;
27 ΔΙΑΔΟΥΜ. . οὐδὲν ἀλλʼ ἢ ἀγαθῶν ἐπιστήμη.
27 ΛΑΜΠΡ. Πολὺς οὖν ὁ Διὸς Κόρινθος ἐπὶ τὸν λόγον αὐτῶν ἀφῖκται. τὴν γὰρ ὑπέρου περιτροπήν, ἵνα μὴ σκώπτειν δοκῇς, ἔασον· καίτοι τὸν γε λόγον αὐτῶν ὅμοιον ἐκείνῳ πάθος κατείληφε. φαίνεται γὰρ εἰς τὴν τἀγαθοῦ νόησιν αὐτὴν νοῆσαι δεόμενος φρόνησιν τὴν δʼ αὖ φρόνησιν ἐν τῇ περὶ τἀγαθὸν ζητῶν νοήσει, καὶ πρὸ τῆς ἑτέρας ἀναγκαζόμενος ἀεὶ τὴν ἑτέραν διώκειν, ἀπολειπόμενος δʼ ἑκατέρας τῷ τὸ πρὸ αὐτῆς νοούμενον δεῖσθαι τοῦ χωρὶς νοηθῆναι μὴ δυναμένου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme