32
ΔΙΑΔΟΥΜ. καὶ μὴν αὐτοί γε πρὸς τὸν Ἐπίκουρον οὐδὲν ἀπολείπουσι τῶν πραγμάτων ἰοὺ, ἰού, φεῦ, φεῦ βοῶντες, ὡς συγχέοντα τὴν τῶν θεῶν πρόληψιν, ἀναιρουμένης τῆς προνοίας· οὐ γὰρ ἀθάνατον καὶ μακάριον μόνον, ἀλλὰ καὶ φιλάνθρωπον καὶ κηδεμονικὸν καὶ ὠφέλιμον προλαμβάνεσθαι καὶ νοεῖσθαι τὸν θεόν· ὅπερ ἀληθές ἐστιν. εἰ δʼ ἀναιροῦσι τὴν περὶ θεοῦ πρόληψιν οἱ μὴ ἀπολείποντες πρόνοιαν, τί ποιοῦσιν οἱ προνοεῖν μὲν ἡμῶν τοὺς θεοὺς λέγοντες μὴ ὠφελεῖν δʼ ἡμᾶς μηδʼ ἀγαθῶν εἶναι δωτῆρας ἀλλʼ ἀδιαφόρων, ἀρετὴν μὲν μὴ διδόντας πλοῦτον δὲ καὶ ὑγίειαν καὶ τέκνων γενέσεις καὶ τὰ τοιαῦτα διδόντας, ὧν οὐδὲν ὠφέλιμον οὐδὲ λυσιτελὲς οὐδʼ αἱρετὸν οὐδὲ συμφέρον ἐστίν; ἢ ἐκεῖνοι μὲν οὐκ ἀναιροῦσι τὰς περὶ θεῶν ἐννοίας, οὗτοι δὲ καὶ περιυβρίζουσι καὶ χλευάζουσιν, Ἐπικάρπιόν τινα θεὸν εἶναι λέγοντες καὶ Γενέθλιον καὶ Παιᾶνα καὶ Μαντικόν, οὐκ ὄντος ἀγαθοῦ τῆς ὑγιείας καὶ τῆς γενέσεως οὐδὲ τῆς πολυκαρπίας ἀλλʼ ἀδιαφόρων καὶ ἀνωφελῶν τοῖς λαμβάνουσι;