Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
35 ΔΙΑΔΟΥΜ. ἀλλὰ τῶν φυσικωτέρων λεγομένων ἆρʼ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; τὴν γοῦν φύσιν ὁρῶμεν πᾶσι καὶ ζῴοις καὶ φυτοῖς καὶ ἡμέροις καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν. οὐ γὰρ ἐκ πυροῦ στάχυν οὐδʼ ἄμπελον ἐκ γιγάρτου μόνον, ἀλλʼ ἐκ πυρῆνος βαλάνου τινὸς ὄρνεον διαφυγούσης ὥσπερ ἐκ μικροῦ τινος σπινθῆρος ἐξάψασα καὶ ῥιπίσασα τὴν γένεσιν, ἔρνος ἢ βάτου ἢ δρυὸς ἢ φοίνικος ἢ πεύκης περιμήκιστον ἀναδίδωσιν, καί φασιν τὸ μὲν σπέρμα τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ σπείρασιν ὠνομάσθαι, τὴν δὲ φύσιν ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπʼ αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν. ἀλλὰ τοῦ τε κόσμου πάλιν τὸ πῦρ ὃ σπέρμα λέγουσιν εἶναι καὶ μετὰ τὴν ἐκπύρωσιν εἰς σπέρμα μετέβαλε τὸν κόσμον ἐκ βραχυτέρου σώματος καὶ ὄγκου, φύσιν ἔχοντα πολλὴν καὶ τοῦ κενοῦ προσεπιλαμβάνοντα χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, γεννωμένου δʼ αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθάνειν, δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme