Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
40 ΔΙΑΔΟΥΜ. καὶ μὴν τὸ μηδενὸς ἅπτεσθαι μηδὲν παρὰ τὴν ἔννοιάν ἐστιν· οὐχ ἧττον δὲ τοῦτο, ἅπτεσθαι μὲν ἀλλήλων τὰ σώματα μηδενὶ δʼ ἅπτεσθαι τοῦτο δʼ ἀνάγκη προσδέχεσθαι τοῖς μὴ ἀπολείπουσιν ἐλάχιστα μέρη σώματος, ἀλλʼ ἀεί τι τοῦ δοκοῦντος ἅπτεσθαι πρότερον λαμβάνουσι καὶ μηδέποτε τοῦ προάγειν ἐπέκεινα παυομένοις. ὃ γοῦν αὐτοὶ μάλιστα προφέρουσι τοῖς τῶν ἀμερῶν προϊσταμένοις, τοῦτʼ ἐστὶ τὸ μήθʼ ὅλοις ὅλων ἁφὴν εἶναι μήτε μέρεσι μερῶν τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δʼ οὐκ εἶναι δυνατόν, μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες; ὅτι νὴ Δία ψαύειν κατὰ πέρας τὰ σώματα οὐχ ὅλα ὅλων οὐδὲ κατὰ μέρος λέγουσι· τὸ δὲ πέρας σῶμα οὔκ ἐστιν. ἅψεται τοίνυν σῶμα σώματος ἀσωμάτῳ· καὶ οὐχ ἅψεται πάλιν, ἀσωμάτου μεταξὺ ὄντος. εἰ δʼ ἅψεται, καὶ ποιήσει τι καὶ πείσεται τῷ ἀσωμάτῳ τὸ σῶμα· ποιεῖν γάρ τι καὶ πάσχειν ὑπʼ ἀλλήλων καὶ ἅπτεσθαι τὰ σώματα πέφυκεν. εἰ δʼ ἁφὴν ἴσχει τῷ ἀσωμάτῳ τὸ σῶμα, καὶ συναφὴν ἕξει καὶ κρᾶσιν καὶ συμφυΐαν. ἔτι γὰρ ἐν ταῖς συναφαῖς; καὶ κράσεσιν ἢ μένειν ἀναγκαῖον ἢ μὴ μένειν, ἀλλʼ ἐφθάρθαι τὰ πέρατα τῶν σωμάτων. ἑκάτερον δὲ παρὰ τὴν ἔννοιάν ἐστι· φθορὰς μὲν γὰρ ἀσωμάτων καὶ γενέσεις οὐδʼ αὐτοὶ καταλείπουσι κρᾶσις δὲ καὶ συναφὴ σωμάτων ἰδίοις χρωμένων πέρασιν οὐκ ἂν γένοιτο τὸ γὰρ πέρας ὁρίζει καὶ ἵστησι τὴν τοῦ σώματος φύσιν· αἱ δὲ κράσεις, εἰ μὴ μερῶν παρὰ μέρη παραθέσεις εἰσὶν ἀλλʼ ὅλοις ὅλα τὰ κιρνάμενα συγχέουσιν, ὥσπερ οὗτοι λέγουσι, φθορὰς ἀπολειπτέον περάτων ἐν ταῖς μίξεσιν, εἶτα γενέσεις ἐν ταῖς διαστάσεσι ταῦτα δʼ οὐδεὶς ἂν ῥᾳδίως νοήσειεν. ἀλλὰ μὴν καθʼ ὃ γʼ ἅπτεται τὰ σώματα ἀλλήλων, κατὰ τοῦτο καὶ πιέζεται καὶ θλίβεται καὶ συντρίβεται ὑπʼ ἀλλήλων ἀσώματον δὲ ταῦτα πάσχειν ἢ ποιεῖν οὐ δυνατόν, ἀλλʼ οὐδὲ διανοητόν ἐστι· τοῦτο δὲ βιάζονται νοεῖν ἡμᾶς. εἰ γὰρ ἡ σφαῖρα τοῦ ἐπιπέδου κατὰ σημεῖον ἅπτεται, δῆλον ὅτι καὶ σύρεται κατὰ σημεῖον διὰ τοῦ ἐπιπέδου· κἂν μίλτῳ τὴν ἐπιφάνειαν ἀληλιμμένη, μιλτίνην ἐνομόρξεται τῷ ἐπιπέδῳ γραμμήν· κἂν πεπυρρωμένη, πυρρώσει τὸ ἐπίπεδον ἀσωμάτῳ δὲ χρώζεσθαι καὶ ἀσωμάτῳ πυροῦσθαι σῶμα παρὰ τὴν ἔννοιάν ἐστιν. ἂν δὲ δὴ κεραμεᾶν ἢ κρυσταλλίνην σφαῖραν εἰς ἐπίπεδον φερομένην λίθινον ἀφʼ ὕψους νοήσωμεν, ἄλογον εἰ μὴ συντριβήσεται, πληγῆς πρὸς ἀντίτυπον γενομένης ἀτοπώτερον δὲ τὸ συντριβῆναι κατὰ πέρας καὶ σημεῖον ἀσώματον προσπεσοῦσαν. ὥστε πάντῃ τὰς περὶ τῶν ἀσωμάτων καὶ σωμάτων αὐτοῖς ταράττεσθαι προλήψεις, μᾶλλον δʼ ἀναιρεῖσθαι, πολλὰ τῶν ἀδυνάτων παρατιθεμένοις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme