44
ΔΙΑΔΟΥΜ. παρίημι δὲ πολλὰς ἀτοπίας αὐτῶν τῶν παρὰ τὴν ἔννοιαν ἐφαπτόμενος. ὁ τοίνυν περὶ αὐξήσεως λόγος; ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπʼ Ἐπιχάρμου· τῶν δʼ ἐν Ἀκαδημείᾳ οἰομένων μὴ πάνυ ῥᾴδιον μηδʼ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν, πολλὰ κατῃτιᾶσθαι κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων καὶ παρὰ τὰς ἐννοίας φυλάττουσιν, ἀλλὰ καὶ τὴν αἴσθησιν προσδιαστρέφουσιν. ὁ μὲν γὰρ λόγος ἁπλοῦς ἐστι καὶ τὰ λήμματα συγχωροῦσιν οὗτοι, τὰς μὲν ἐν μέρει πάσας οὐσίας ῥεῖν καὶ φέρεσθαι, τὰ μὲν ἐξ αὑτῶν μεθιείσας τὰ δέ ποθεν ἐπιόντα προσδεχομένας· οἷς δὲ πρόσεισι καὶ ἄπεισιν ἀριθμοῖς ἢ πλήθεσι ταὐτὰ, μὴ διαμένειν, ἀλλʼ ἕτερα γίγνεσθαι ταῖς εἰρημέναις προσόδοις, ἐξαλλαγὴν τῆς οὐσίας λαμβανούσης αὐξήσεις δὲ καὶ φθίσεις οὐ κατὰ δίκην ὑπὸ συνηθείας ἐκνενικῆσθαι τὰς μεταβολὰς ταύτας λέγεσθαι, γενέσεις καὶ φθορὰς μᾶλλον αὐτὰς ὀνομάζεσθαι προσῆκον, ὅτι τοῦ καθεστῶτος εἰς ἕτερον ἐκβιβάζουσι τὸ δʼ αὔξεσθαι καὶ τὸ μειοῦσθαι πάθη σώματός ἐστιν ὑποκειμένου καὶ διαμένοντος. οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων, τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν; ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυᾶ καὶ διττόν· οὐχ ὥσπερ οἱ ποιηταὶ τοὺς Μολιονίδας τοῖς μὲν ἡνωμένους μέρεσι τοῖς δʼ ἀποκρινομένους, ἀλλὰ δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον· ἀλλʼ οὗτοι μόνον εἶδον τὴν σύνθεσιν ταύτην καὶ διπλόην καὶ ἀμφιβολίαν, ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα, τὸ μὲν οὐσία τὸ δὲ ποιότης· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτʼ αὐξόμενον μήτε μειούμενον μήθʼ ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται, καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι. καίτοι λέγεται μὲν ὁ Λυγκεὺς ἐκεῖνος διὰ πέτρας καὶ διὰ δρυὸς ὁρᾶν· ἑώρα δέ τις ἀπὸ σκοπῆς ἐν Σικελίᾳ καθεζόμενος τὰς Καρχηδονίων ἐκ τοῦ λιμένος ναῦς ἐκπλεούσας, ἡμέρας καὶ νυκτὸς ἀπεχούσας δρόμον· οἱ δὲ περὶ Καλλικράτη καὶ Μυρμηκίδην λέγονται δημιουργεῖν ἅρματα μυίας πτεροῖς καλυπτόμενα καὶ διατορεύειν ἐν σησάμῳ γράμμασιν ἔπη τῶν Ὁμήρου· ταύτην δὲ τὴν ἐν ἡμῖν ἑτερότητα καὶ διαφορὰν οὐδεὶς διεῖλεν οὐδὲ διέστησεν· οὐδʼ ἡμεῖς ᾐσθόμεθα διττοὶ γεγονότες καὶ τῷ μὲν ἀεὶ ῥέοντες μέρει τῷ δʼ ἀπὸ γενέσεως ἄχρι τελευτῆς οἱ αὐτοὶ διαμένοντες. ἁπλούστερον δὲ ποιοῦμαι τὸν λόγον ἐπεὶ τέσσαρά γε ποιοῦσιν ὑποκείμενα· περὶ ἕκαστον, μᾶλλον δὲ τέσσαρʼ ἕκαστον ἡμῶν· ἀρκεῖ δὲ καὶ τὰ δύο πρὸς τὴν ἀτοπίαν, εἴ γε τοῦ μὲν Πενθέως ἀκούοντες ἐν τῇ τραγῳδίᾳ λέγοντος ὡς δύο μὲν ἡλίους ὁρᾷ, διττὰς δὲ Θήβας οὐχ ὁρᾶν αὐτὸν ἀλλὰ παρορᾶν λέγομεν, ἐκτρεπόμενον καὶ παρακινοῦντα τοῖς λογισμοῖς· τούτους δʼ οὐ μίαν πόλιν, ἀλλὰ πάντας ἀνθρώπους καὶ ζῷα καὶ δένδρα πάντα καὶ σκεύη καὶ ὄργανα καὶ ἱμάτια διττὰ καὶ διφυᾶ τιθεμένους οὐ χαίρειν ἐῶμεν, ὡς παρανοεῖν ἡμᾶς μᾶλλον ἢ νοεῖν ἀναγκάζοντας; ἐνταῦθα μὲν οὖν ἴσως αὐτοῖς συγγνωστέον πλάττουσιν ἑτέρας φύσεις ὑποκειμένων· ἄλλη γὰρ οὐδεμία φαίνεται μηχανὴ φιλοτιμουμένοις σῶσαι καὶ διαφυλάξαι τὰς αὐξήσεις.