46
ΔΙΑΔΟΥΜ. ἀλλὰ ταῦτα μὲν παρὰ τὰς κοινὰς βιάζονται προλήψεις· ἐκεῖνα δʼ ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον γεννῶντες. ἡ γὰρ ψυχὴ θερμότατόν ἐστι δήπου καὶ λεπτομερέστατον· ποιοῦσι δʼ αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ σώματος, οἷον στομώσει τὸ πνεῦμα μεταβάλλοντος, ἐκ φυτικοῦ ψυχικὸν γενόμενον. γεγονέναι δὲ καὶ τὸν ἥλιον ἔμψυχον λέγουσι, τοῦ ὑγροῦ μεταβάλλοντος εἰς πῦρ νοερόν. ὥρα καὶ τὸν ἥλιον διανοεῖσθαι περιψύξει γεννώμενον. ὁ μὲν οὖν,Ξενοφάνης, διηγουμένου τινὸς ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας, οὐκοῦν εἶπεν ἐν ψυχρῷ αὐτὰς ἑψήσομεν τούτοις δʼ · ἑποιτ̓ἄν, εἰ περιψύξει τὰ θερμότατα γεννῶσι καὶ πυκνώσει τὰ κουφότατα, θερμότητι πάλιν αὖ τὰ ψυχρὰ καὶ διαχύσει τὰ πυκνὰ καὶ διακρίσει τὰ βαρέα γεννᾶν, ἀλογίας τινὸς φυλάττουσιν ἀναλογίαν.
47
ΔΙΑΔΟΥΜ. καὶ ἑννοίας δʼ οὐσίαν αὐτῆς καὶ γένεσιν οὐ παρὰ τὰς ἐννοίας ὑποτίθενται; φαντασία γάρ τις ἡ ἔννοιά ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ· ψυχῇ δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν ἐργῶδες διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον ἥ τε γὰρ τροφὴ καὶ ἡ γένεσις αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν· ἥ τε πρὸς τὸν ἀέρα τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος. ῥεῦμα γὰρ ἄν τις ὕδατος φερομένου μᾶλλον διανοηθείη σχήματα καὶ τύπους καὶ εἴδη διαφυλάττον, ἢ πνεῦμα φερόμενον ἑν τοῖς ἀτμοῖς καὶ ὑγρότησιν, ἑτέρῳ δʼ ἔξωθεν ἐνδελεχῶς οἷον ἀργῷ καὶ ἀλλοτρίῳ πνεύματι κιρνάμενον. ἀλλʼ οὕτω παρακούοντες ἑαυτῶν, ὥστε τὰς ἐννοίας ἐννοίας ἀποκειμένας τινὰς ὁριζόμενοι νοήσεις, μνήμας δὲ μονίμους καὶ σχετικὰς τυπώσεις, τὰς δʼ ἐπιστήμας καὶ παντάπασι πηγνύντες ὡς τὸ ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν καὶ ἕδραν οὐσίας ὀλισθηρᾶς καὶ σκεδαστῆς καὶ φερομένης ἀεὶ καὶ ῥεούσης.