Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
50 ΔΙΑΔΟΥΜ. ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι. ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητας ἔχουσι καθʼ ἣν σώματα λέγονται καὶ εἰσιν, οὐχ ἑτέρας οὐσίας δέονται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι σώματα γὰρ οὔκ εἰσι· τὸ δ’ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν. οἱ δὲ τὸ ἣμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀύλους. καίτοι πῶς οἷόν τε σῶμα ποιότητος ἄνευ ποιῆσαι, ποιότητα σώματος ἄνευ μὴ νοοῦντας; ὁ γὰρ συμπλέκων σῶμα πάσῃ ποιότητι λόγος οὐδενὸς ἐᾷ μὴ σύν τινι ποιότητι σώματος ἅψασθαι τὴν διάνοιαν. ἢ τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης; ἔοικεν, ἢ θατέρου θάτερον ἀποκρίνων καὶ ἀμφότερα χωρίζειν ἀλλήλων. ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλʼ ὅτι πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιὰν ἐστιν. οὐδεὶς γὰρ ἄποιον νοεῖ τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον οὐδʼ ἀπαθὲς τὸ πάντα πάσχειν ἀεὶ πεφυκὸς οὐδʼ ἀκίνητον τὸ πάντῃ κινητόν. ἐκεῖνο δʼ οὐ λέλυται, κἂν ἀεὶ μετὰ ποιότητος ἡ ὕλη νοῆται, τὸ ἑτέραν αὐτὴν νοεῖσθαι καὶ διαφέρουσαν τῆς ποιότητος.
← Previous 48 / 48

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme