Thesauros Literature biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch
10 ΔΙΑΔΟΥΜ. ὅταν μὲν οὖν μηδενὸς ἐκστῆναι τῶν μαχομένων ἀλλὰ πάνθʼ ὁμολογεῖν καὶ τιθέναι θέλωσι, τὸ τοὺς προκόπτοντας ἀνοήτους καὶ κακοὺς εἶναι, τὸ φρονίμους καὶ ἀγαθοὺς γενομένους διαλανθάνειν ἑαυτούς, τὸ μεγάλην διαφορὰν τῆς φρονήσεως πρὸς τὴν ἀφροσύνην ὑπάρχειν· ἦ πού σοι δοκοῦσι θαυμασίως ἐν τοῖς δόγμασι τὴν ὁμολογίαν βεβαιοῦν; ἔτι δὲ μᾶλλον ἐν τοῖς πράγμασιν, ὅταν πάντας ἐπίσης κακοὺς καὶ ἀδίκους καὶ ἀπίστους καὶ ἄφρονας τοὺς μὴ σοφοὺς ἀποφαίνοντες εἶτα πάλιν τοὺς μὲν αὐτῶν ἐκτρέπωνται καὶ βδελύττωνται, τοὺς δʼ ἀπαντῶντες μηδὲ προσαγορεύωσι· τοῖς δὲ χρήματα πιστεύωσιν, ἀρχὰς ἐγχειρίζωσιν, ἐκδιδῶσι θυγατέρας. ταῦτα γὰρ εἰ μὲν παίζοντες λέγουσι, καθείσθωσαν τὰς ὀφρῦς· εἰ δʼ ἀπὸ σπουδῆς καὶ φιλοσοφοῦντες, παρὰ τὰς κοινάς ἐστιν ἐννοίας ψέγειν μὲν ὁμοίως καὶ κακίζειν πάντας ἀνθρώπους, χρῆσθαι δὲ τοῖς μὲν ὡς μετρίοις τοῖς δʼ ὡς κακίστοις· καὶ Χρύσιππον μὲν ὑπερεκπεπλῆχθαι καταγελᾶν δʼ Ἀλεξίνου, μηδὲν δὲ μᾶλλον οἴεσθαι μηδʼ ἧττον ἀλλήλων ἀφραίνειν τοὺς ἄνδρας. ναί φασίν, ἀλλʼ ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας οὐδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδʼ οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρι οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν. ὅτι μὲν οὖν οὔτε τυφλοῖς· ἐοίκασιν οἱ προκόπτοντες ἀλλʼ ἧττον ὀξυδορκοῦσιν, οὔτε πνιγομένοις ἀλλὰ νηχομένοις, καὶ ταῦτα πλησίον λιμένος, αὐτοὶ διὰ τῶν πραγμάτων μαρτυροῦσιν. οὐ γὰρ ἂν ἐχρῶντο συμβούλοις καὶ στρατηγοῖς καὶ νομοθέταις ὥσπερ τυφλοῖς χειραγωγοῖς, οὐδʼ ἂν ἐζήλουν ἔργα καὶ πράξεις καὶ λόγους καὶ βίους ἐνίων, εἰ πάντας ὡσαύτως πνιγομένους ὑπὸ τῆς ἀφροσύνης καὶ μοχθηρίας ἑώρων. ἀφεὶς δὲ τοῦτο θαύμασον ἐκείνῃ τοὺς ἄνδρας, εἰ μηδὲ ι· τοῖς ἑαυτῶν διδάσκονται παραδείγμασι προέσθαι τοὺς διαλεληθότας ἐκείνους σοφοὺς καὶ μὴ συνιέντας μηδʼ αἰσθανομένους, ὅτι πνιγόμενοι πέπαυνται καὶ φῶς ὁρῶσι καὶ τῆς κακίας ἐπάνω γεγονότες ἀναπεπνεύκασι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme