Thesauros Literature biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
10 ὁ δὲ Κωλώτης, ὥσπερ ἀγραμμάτῳ βασιλεῖ προσδιαλεγόμενος πάλιν ἐξάπτεται τοῦ Ἐμπεδοκλέους ταὐτὸ πνέοντος· ἄλλοδέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἑκάστου θνητῶν, οὐδέ τις· οὐλομένη θανάτοιο γενέθλη· ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισι. ταῦτʼ ἐγὼ μὲν οὐχ ὁρῶ καθʼ ὅ τι πρὸς τὸ ζῆν ὑπεναντιοῦται τοῖς ὑπολαμβάνουσι μήτε γένεσιν τοῦ μὴ ὄντος εἶναι μήτε φθορὰν τοῦ ὄντος, ἀλλʼ ὄντων τινῶν συνόδῳ πρὸς ἄλληλα τὴν γένεσιν διαλύσει δʼ ἀπʼ ἀλλήλων τὸν θάνατον ἐπονομάζεσθαι ὅτι γὰρ ἀντὶ τῆς γενέσεως εἴρηκε τὴν φύσιν, ἀντιθεὶς τὸν θάνατον αὐτῇ, δεδήλωκεν ὁ Ἐμπεδοκλῆς. εἰ δʼ οἱ μίξεις τὰς γενέσεις τιθέμενοι τὰς δὲ φθορὰς διαλύσεις οὐ ζῶσιν οὐδὲ δύνανται ζῆν, τί ποιοῦσιν ἕτερον οὗτοι; καίτοι ὁ μὲν Ἐμπεδοκλῆς τὰ στοιχεῖα κολλῶν καὶ συναρμόττων θερμότησι καὶ μαλακότησι καὶ ὑγρότησι μῖξιν αὐτοῖς καὶ συμφυΐαν ἑνωτικὴν ἁμωσγέπως ἐνδίδωσιν· οἱ δὲ τὰς ἀτρέπτους καὶ ἀσυμπαθεῖς ἀτόμους εἰς ταὐτὸ συνελαύνοντες ἐξ αὐτῶν μὲν οὐδέν, αὐτῶν δὲ πολλὰς ποιοῦσι καὶ συνεχεῖς πληγάς· ἡ γὰρ περιπλοκὴ κωλύουσα τὴν διάλυσιν μᾶλλον ἐπιτείνει τὴν σύγκρουσιν, ὥστε μήτε μῖξιν εἶναι μήτε κόλλησιν ἀλλὰ ταραχὴν καὶ μάχην κατʼ αὐτοὺς τὴν λεγομένην γένεσιν· οἱ δʼ ἀκαρὲς νῦν μὲν ἀπίασι διὰ τὴν ἀντίκρουσιν, νῦν δὲ προσίασι, τῆς πληγῆς ἐκλυθείσης, πλεῖον ἢ διπλάσιον χωρὶς εἰσιν ἀλλήλων χρόνον, οὐ ψαύουσαι καὶ πλησιάζουσαι, ὥστε μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι μηδʼ ἄψυχον. αἴσθησις δὲ καὶ ψυχὴ καὶ νοῦς καὶ φρόνησις οὐδὲ βουλομένοις ἐπίνοιαν δίδωσιν ὡς γένοιτʼ ἂν ἐν κενῷ καὶ ἀτόμοις· ὧν οὔτε καθʼ ἑαυτὰ ποιότης ἐστὶν οὔτε πάθος ἢ μεταβολὴ συνελθόντων, ἀλλʼ οὐδὲ συνέλευσις ἡ σύγκρασιν ποιοῦσα καὶ μῖξιν καὶ συμφυΐαν ἀλλὰ πληγὰς καὶ ἀποπηδήσεις. ὥστε τοῖς τούτων δόγμασι τὸ ζῆν ἀναιρεῖται καὶ τὸ ζῷον εἶναι, κενὰς καὶ ἀπαθεῖς καὶ ἀθέους καὶ ἀψύχους, ἔτι δʼ ἀμίκτους καὶ ἀσυγκράτους ἀρχὰς ὑποτιθεμένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme