17
ἀλλʼ ἐπεὶ τὸν Σωκράτην μετὰ τὸν Παρμενίδην ὑπερέβημεν, ἀναληπτέος εὐθὺς οὖν τὸν ἀφʼ ἱερᾶς κεκίνηκεν ὁ Κωλώτης· καὶ διηγησάμενος ὅτι χρησμὸν ἐκ Δελφῶν περὶ Σωκράτους ἀνήνεγκε Χαιρεφῶν, ὃν ἴσμεν ἅπαντες, ταῦτʼ ἐπείρηκε τὸ μὲν οὖν τοῦ Χαιρεφῶντος διὰ τὸ τελέως σοφιστικὸν καὶ φορτικὸν διήγημα εἶναι παρήσομεν φορτικὸς οὖν ὁ Πλάτων ὁ τοῦτον ἀναγράψας τὸν χρησμόν, ἵνα τοὺς ἄλλους ἐάσω. φορτικώτεροι δὲ Λακεδαιμόνιοι, τὸν περὶ Λυκούργου χρησμὸν ἐν ταῖς παλαιοτάταις ἀναγραφαῖς ἔχοντες σοφιστικὸν δʼ ἦν διήγημα τὸ Θεμιστοκλέους, ᾧ πείσας Ἀθηναίους τὴν πόλιν ἐκλιπεῖν κατεναυμάχησε τὸν βάρβαρον φορτικοὶ δʼ οἱ τῆς Ἑλλάδος νομοθέται, τὰ μέγιστα καὶ πλεῖστα τῶν ἱερῶν πυθόχρηστα καθιστάντες. εἰ τοίνυν ὁ περὶ Σωκράτους, ἀνδρὸς εἰς ἀρετὴν θεολήπτου γενομένου, χρησμὸς ἀνενεχθεὶς ὡς σοφοῦ, φορτικὸς ἦν καὶ σοφιστικός, τίνι προσείπωμεν ἀξίως ὀνόματι τοὺς ὑμετέρους βρόμους καὶ ὀλολυγμούς καὶ κροτοθορύβους καὶ σεβάσεις καὶ ἐπιθειάσεις , αἷς προστρέπεσθε καὶ καθυμνεῖτε τὸν ἐφʼ ἡδονὰς παρακαλοῦντα συνεχεῖς καὶ πυκνάς; ὃς ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν ἐγὼ δʼ ἐφʼ ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπʼ ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχούσας τῶν καρπῶν τὰς ἐλπίδας. ἀλλʼ ὅμως ὁ μὲν Μητρόδωρος τὸν Τίμαρχον παρακαλῶν φησι ποιήσωμέν τι καλὸν ἐπὶ καλοῖς, μονονοὺ καταδύντες ταῖς ὁμοιοπαθείαις καὶ ἀπαλλαγέντες ἐκ τοῦ χαμαὶ βίου εἰς τὰ Ἐπικούρου ὡς ἀληθῶς θεόφαντα ὄργια Κωλώτης δʼ αὐτὸς ἀκροώμενος Ἐπικούρου φυσιολογοῦντος ἄφνω τοῖς γόνασιν αὐτοῦ προσέπεσε, καὶ ταῦτα γράφει σεμνυνόμενος αὐτὸς Ἐπίκουρος ὡς σεβομένῳ γάρ σοι τὰ τόθʼ ὑφʼ ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιολόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφαπτόμενον καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίγνεσθαι, κατὰ τὰς σεβάσεις τιμῶν καὶ λιτάς· ἐποίεις οὖν φησί, καὶ ἡμᾶς ἀνθιεροῦν σὲ αὐτὸν καὶ ἀντισέβεσθαι συγγνωστὰ νὴ Δία τοῖς λέγουσιν ὡς παντὸς ἂν πρίαιντο τῆς ὄψεως; ἐκείνης εἰκόνα γεγραμμένην θεάσασθαι, τοῦ μὲν προσπίπτοντος εἰς γόνατα καὶ περιπλεκομένου τοῦ δʼ ἀντιλιτανεύοντος καὶ ἀντιπροσκυνοῦντος. οὐ μέντοι τὸ θεράπευμα τοῦτο, καίπερ εὖ τῷ Κωλώτῃ συντεθέν, ἔσχε καρπὸν ἄξιον· οὐ γὰρ ἀνηγορεύθη σοφὸς ἀλλὰ μόνον ἄφθαρτός μοι περιπάτει φησὶ καὶ ἡμᾶς ἀφθάρτους διανοοῦ.