Thesauros Literature biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
18 τοιαῦτα μέντοι ῥήματα καὶ κινήματα καὶ πάθη συνειδότες αὑτοῖς ἑτέρους φορτικοὺς ἀποκαλοῦσι. καὶ δῆτα καὶ προθεὶς ὁ Κωλώτης τὰ σοφὰ ταῦτα · καὶ καλὰ περὶ τῶν αἰσθήσεων, ὅτι σιτία προσαγόμεθα καὶ οὐ χόρτον, καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, πλοίοις διαπερῶμεν, ὅταν δʼ εὐδιάβατοι γένωνται, τοῖς ποσίν, ἐπιπεφώνηκεν ἀλλὰ γὰρ ἀλαζόνας ἐπετήδευσας λόγους, ὦ Σώκρατες καὶ ἕτερα μὲν διελέγου τοῖς ἐντυγχάνουσιν ἕτερα δʼ ἔπραττες. πῶς γὰρ οὐκ ἀλαζόνες οἱ Σωκράτους λόγοι, μηδὲν αὐτοῦ εἰδέναι φάσκοντος ἀλλὰ μανθάνειν ἀεὶ καὶ ζητεῖν τἀληθές; εἰ δὲ τοιαύταις, ὦ Κωλῶτα, Σωκράτους φωναῖς περιέπεσες, οἵας Ἐπίκουρος γράφει πρὸς Ἰδομενέα πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καί τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται τίσιν ἂν ῥήμασιν ἀγροικοτέροις ἐχρήσω; καὶ μὴν ὅτι Σωκράτης ἄλλα μὲν ἔλεγεν ἄλλα δʼ ἔπραττε, θαυμαστῶς μαρτυρεῖ σοι τὰ ἐπὶ Δηλίῳ τὰ ἐν Ποτιδαίᾳ τὰ ἐπὶ τῶν τριάκοντα τὰ πρὸς Ἀρχέλαον τὰ πρὸς τὸν δῆμον ἡ πενία ὁ θάνατος· οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων. ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος ἕτερα μὲν λέγοντος ἕτερα δὲ πράττοντος, εἰ τὸ ἡδέως ζῆν τέλος ἐκθέμενος οὕτως ἐβίωσε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme