20
περὶ μὲν οὖν τούτων καὶ πάλιν ὁ Κωλώτης εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον, ὥς φησιν, ὅτι μηδʼ αὐτὸς εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς οὐδέποτε πρὸς τούτῳ γενόμενος· ὁ δʼ Ἡράκλειτος ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος ἐδιζησάμην φησὶν ἐμεωυτόν, καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον ἐδόκει τὸ γνῶθι σαυτόν ὃ δὴ καὶ Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε· Κωλώτῃ δὲ γελοῖον δοκεῖ. τί οὖν οὐ καταγελᾷ καὶ τοῦ καθηγεμόνος, τοῦτʼ αὐτὸ πράττοντος, ὁσάκις γράφοι καὶ διαλέγοιτο περὶ οὐσίας ψυχῆς καὶ τοῦ ἀθρόου τῆς καταρχῆς; εἰ γὰρ τὸ ἐξ ἀμφοῖν, ὡς ἀξιοῦσιν αὐτοί, σώματος τοιοῦδε καὶ ψυχῆς, ἄνθρωπός ἐστιν, ὁ ζητῶν ψυχῆς φύσιν ἀνθρώπου ζητεῖ φύσιν ἐκ τῆς κυριωτέρας ἀρχῆς. ὅτι δʼ αὕτη λόγῳ δυσθεώρητος αἰσθήσει δʼ ἄληπτός ἐστι, μὴ παρὰ Σωκράτους σοφιστοῦ καὶ ἀλαζόνος ἀνδρός, ἀλλὰ παρὰ τῶν σοφῶν τούτων λάβωμεν, οἳ μέχρι τῶν περὶ σάρκα τῆς ψυχῆς δυνάμεων, αἷς θερμότητα καὶ μαλακότητα καὶ τόνον παρέχει τῷ σώματι, τὴν οὐσίαν συμπηγνύντες αὐτῆς ἔκ τινος θερμοῦ καὶ πνευματικοῦ καὶ ἀερώδους οὐκ ἐξικνοῦνται πρὸς τὸ κυριώτατον ἀλλʼ ἀπαγορεύουσι. τὸ γὰρ ᾧ κρίνει καὶ μνημονεύει καὶ φιλεῖ καὶ μισεῖ, καὶ ὅλως τὸ φρόνιμον καὶ λογιστικὸν ἔκ τινος φησιν ἀκατονομάστου ποιότητος ἐπιγίνεσθαι. καὶ ὅτι μὲν αἰσχυνομένης ἐστὶν ἀγνοίας τουτὶ τὸ ἀκατονόμαστον ἐξομολόγησις, οὐκ ἔχειν ὀνομάσαι φασκόντων ὃ μὴ δύνανται καταλαβεῖν, ἴσμεν· ἐχέτω δὲ συγγνώμην καὶ τοῦτο ὡς λέγουσι. φαίνεται γὰρ οὐ φαῦλον οὐδὲ ῥᾴδιον οὐδὲ τοῦ τυχόντος εἶναι καταμαθεῖν ἀλλʼ ἐνδεδυκὸς ἀπόρῳ τινὶ τόπῳ καὶ δεινῶς ἀποκεκρυμμένον, ᾧ γʼ ὄνομα μηδὲν ἐν τοσούτοις πρὸς δήλωσιν οἰκεῖόν ἐστιν. οὐ Σωκράτης οὖν ἀβέλτερος, ὅστις εἴη ζητῶν ἑαυτόν, ἀλλὰ πάντες, οἷς ἔπεισί τι τῶν ἄλλων πρὸ τούτου ζητεῖν, ὅτι τὴν γνῶσιν ἀναγκαίαν ἔχον οὕτως εὑρεθῆναι χαλεπόν ἐστιν· οὐ γὰρ ἂν ἐλπίσειεν ἑτέρου λαβεῖν ἐπιστήμην, ὃν διαπέφευγε τῶν ἑαυτοῦ τὸ κυριώτατον καταλαβεῖν.