Thesauros Literature biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
22 μετὰ δὲ Σωκράτην καὶ Πλάτωνα προσμάχεται Στίλπωνι καὶ τὰ μὲν ἀληθινὰ δόγματα καὶ τοὺς λόγους τάνδρός, οἷς ἑαυτόν τε κατεκόσμει καὶ πατρίδα καὶ φίλους καὶ τῶν βασιλέων τοὺς περὶ αὐτὸν σπουδάσαντας, οὐ γέγραφε, οὐδʼ ὅσον ἦν φρόνημα τῇ ψυχῇ μετὰ πραότητος καὶ μετριοπαθείας· ὧν δὲ παίζων καὶ χρώμενος γέλωτι πρὸς.; τοὺς σοφιστὰς λογαρίων προύβαλεν αὐτοῖς, ἑνὸς μνησθεὶς καὶ πρὸς τοῦτο μηδὲν εἰπὼν μηδὲ λύσας τὴν πιθανότητα, τραγῳδίαν ἐπάγει τῷ Στίλπωνι καί τὸν βίον ἀναιρεῖσθαὶ φησιν ὑπʼ αὐτοῦ , λέγοντος ἕτερον ἑτέρου μὴ κατηγορεῖσθαι. πῶς γὰρ βιωσόμεθα, μὴ λέγοντες ἄνθρωπον ἀγαθὸν μηδʼ ἄνθρωπον στρατηγὸν ἀλλʼ ἄνθρωπον ἄνθρωπον χωρὶς καὶ ἀγαθὸν ἀγαθὸν καὶ στρατηγὸν στρατηγόν, μηδʼ ἱππεῖς μυρίους μηδὲ πόλιν ἐχυράν, ἀλλʼ ἱππεῖς ἱππεῖς, καὶ μυρίους μυρίους, καὶ τἄλλα δμοίως; τίς δὲ διὰ ταῦτα χεῖρον ἐβίωσεν ἀνθρώπων; τίς δὲ τὸν λόγον ἀκούσας οὐ συνῆκεν, ὅτι παίζοντός ἐστιν εὐμούσως ἢ γύμνασμα τοῦτο προβάλλοντος ἑτέροις διαλεκτικόν; οὐκ ἄνθρωπον, ὦ Κωλῶτα, μὴ λέγειν ἀγαθὸν οὐδʼ ἱππεῖς μυρίους δεινόν ἐστιν· ἀλλὰ τὸν θεὸν μὴ λέγειν θεὸν μηδὲ νομίζειν, ὃ πράττετε ὑμεῖς μήτε Δία γενέθλιον μήτε Δήμητρα θεσμοφόρον εἶναι μήτε Ποσειδῶνα φυτάλμιον ὁμολογεῖν ἐθέλοντες, οὗτος ὁ χωρισμὸς τῶν ὀνομάτων πονηρὸς ἐστι καὶ τὸν βίον ἐμπίπλησιν ὀλιγωρίας ἀθέου καὶ θρασύτητος, ὅταν τὰς συνεζευγμένας τοῖς θεοῖς προσηγορίας ἀποσπῶντες συναναιρῆτε θυσίας μυστήρια πομπὰς ἑορτάς. τίνι γὰρ προηρόσια θύσομεν; τίνι σωτήρια; πῶς δὲ φωσφόρεια, βακχεῖα, προτέλεια γάμων ἄξομεν, μὴ ἀπολιπόντες μηδὲ βακχεῖς καὶ φωσφόρους καὶ προηροσίους καὶ σωτῆρας; ταῦτα γὰρ ἅπτεται τῶν κυριωτάτων καὶ μεγίστων, ἐν πράγμασιν ἔχοντα τὴν ἀπάτην, οὐ περὶ φωνάς τινας οὐδὲ λεκτῶν σύνταξιν οὐδʼ ὀνομάτων συνήθειαν. ὡς εἴ γε καὶ ταῦτα τὸν βίον ἀνατρέπει, τίνες μᾶλλον ὑμῶν πλημμελοῦσι περὶ τὴν διάλεκτον, οἳ τὸ τῶν λεκτῶν γένος οὐσίαν τῷ λόγῳ παρέχον ἄρδην ἀναιρεῖτε, τὰς φωνὰς καὶ τὰ τυγχάνοντα μόνον ἀπολιπόντες, τὰ δὲ μεταξὺ σημαινόμενα πράγματα, διʼ ὧν γίγνονται μαθήσεις διδασκαλίαι προλήψεις νοήσεις ὁρμαὶ συγκαταθέσεις, τὸ παράπαν οὐδʼ εἶναι λέγοντες;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme