3
καίτοι ταῦτα μὲν ἐγκέκραται τοῖς Ἐπικούρου λόγοις καὶ διαπεφοίτηκεν αὐτοῦ τῆς φιλοσοφίας· ὁ δὲ Κωλώτης ὅτι φωνάς τινας ἐρήμους πραγμάτων ἀποσπῶν καὶ μέρη λόγων καὶ σπαράγματα κωφὰ τοῦ βεβαιοῦντος καὶ συνεργοῦντος πρὸς νόησιν καὶ πίστιν ἕλκων ὥσπερ ἀγορὰν ἢ πίνακα τεράτων συντίθησι τὸ βιβλίον, ἴστε δήπου παντὸς μᾶλλον ὑμεῖς,ἔφην, τὰ συγγράμματα τῶν παλαιῶν διὰ χειρὸς ἔχοντες. ἐμοὶ δὲ δοκεῖ καθάπερ ὁ Λυδὸς ἐφʼ αὑτὸν τὸν ἀνοίγειν οὐ θύραν μίαν ἀλλὰ ταῖς πλείσταις τῶν ἀποριῶν καὶ μεγίσταις περιβάλλειν τὸν Ἐπίκουρον. ἄρχεται γὰρ ἀπὸ Δημοκρίτου, καλὰ καὶ πρέποντα διδασκάλια κομιζομένου παρʼ αὐτοῦ· καίτοι πολὺν χρόνον αὐτὸς ἑαυτὸν ἀνηγόρευε Δημοκρίτειον ὁ Ἐπίκουρος, ὡς ἄλλοι τε λέγουσι καὶ Λεοντεύς, εἷς τῶν ἐπʼ ἄκρον Ἐπικούρου μαθητῶν, πρὸς Λυκόφρονα γράφων τιμᾶσθαὶ τέ φησι τὸν Δημόκριτον ὑπʼ Ἐπικούρου διὰ τὸ πρότερον ἅψασθαι τῆς ὀρθῆς γνώσεως, καὶ τὸ σύνολον τὴν πραγματείαν Δημοκρίτειον προσαγορεύεσθαι διὰ τὸ περιπεσεῖν αὐτὸν πρότερον ταῖς ἀρχαῖς περὶ φύσεως ὁ δὲ Μητρόδωρος ἄντικρυς περὶ φιλοσοφίας εἴρηκεν, ὡς, εἰ μὴ προκαθηγήσατο Δημόκριτος, οὐκ ἂν προῆλθεν Ἐπίκουρος ἐπὶ τὴν σοφίαν. ἀλλʼ εἰ κατὰ τὰ Δημοκρίτου δόγματα ζῆν οὐκ ἔστιν, ὡς οἴεται Κωλώτης, γελοῖος ἦν ἐπὶ τὸ μὴ ζῆν ἄγοντι Δημοκρίτῳ κατακολουθῶν ὁ Ἐπίκουρος.