Thesauros Literature biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
31 οὐδεὶς οὖν ἔπαινος ἄξιος ἂν γένοιτο τῶν ἐπὶ ταῦτα τὰ πάθη τὰ θηριώδη νόμους θεμένων καὶ πολιτείας καὶ ἀρχὰς καὶ νόμων διάταξιν. ἀλλὰ τίνες εἰσὶν οἱ ταῦτα συγχέοντες καὶ καταλύοντες καὶ ἄρδην ἀναιροῦντες; οὐχ οἱ πολιτείας ἀφιστάντες αὑτοὺς καὶ τοὺς πλησιάζοντας; οὐχ οἱ τὸν τῆς ἀταραξίας στέφανον ἀσύμβλητον εἶναι ταῖς μεγάλαις ἡγεμονίαις λέγοντες; οὐχ οἱ τὸ βασιλεύειν ἁμαρτίαν καὶ διάπτωσιν ἀποφαίνοντες καὶ γράφοντες αὐταῖς λέξεσιν, ὅτι λέγειν δεῖ, πῶς τις ἄριστα τὸ τῆς φύσεως τέλος συντηρήσει καὶ πῶς τις ἑκὼν εἶναι μὴ πρόσεισιν ἐξ ἀρχῆς ἐπὶ τὰς τῶν πληθῶν ἀρχάς· καὶ ἔτι ταῦτα πρὸς ἐκείνοις οὐδὲν οὖν ἔτι δεῖ τοὺς Ἕλληνας σῴζειν οὐδʼ ἐπὶ σοφίᾳ στεφάνου παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ σαρκὶ καὶ κεχαρισμένως; ἀλλὰ μὴν ἧς γε καὶ Κωλώτης ἐπαινεῖ διατάξεως τῶν νόμων πρῶτόν ἐστιν ἡ περὶ θεῶν δόξα καὶ μέγιστον, καὶ Λυκοῦργος Λακεδαιμονίους καὶ Νομᾶς Ῥωμαίους καὶ Ἴων ὁ παλαιὸς Ἀθηναίους καὶ Δευκαλίων Ἕλληνας ὁμοῦ τι πάντας καθωσίωσαν, εὐχαῖς καὶ ὅρκοις καὶ μαντεύμασι καὶ φήμαις; ἐμπαθεῖς πρὸς τὰ θεῖα διʼ ἐλπίδων ἅμα καὶ φόβων καταστήσαντες. εὕροις δʼ ἂν ἐπιὼν πόλεις ἀτειχίστους, ἀγραμμάτους, ἀβασιλεύτους, ἀοίκους, ἀχρημάτους, νομίσματος μὴ δεομένας, ἀπείρους θεάτρων καὶ γυμνασίων ἀνιέρου δὲ πόλεως καὶ ἀθέου, μὴ χρωμένης εὐχαῖς μηδʼ ὅρκοις μηδὲ μαντείαις μηδὲ θυσίαις ἐπʼ ἀγαθοῖς μηδʼ ἀποτροπαῖς κακῶν οὐδεὶς ἐστιν οὐδʼ ἔσται γεγονὼς θεατής· ἀλλὰ πόλις ἄν μοι δοκεῖ μᾶλλον ἐδάφους χωρὶς; ἢ πολιτεία τῆς περὶ θεῶν δόξης ὑφαιρεθείσης παντάπασι σύστασιν λαβεῖν ἢ λαβοῦσα τηρῆσαι. τοῦτο μέντοι τὸ συνεκτικὸν ἁπάσης κοινωνίας καὶ νομοθεσίας ἔρεισμα καὶ βάθρον οὐ κύκλῳ περιιόντες οὐδὲ κρύφα καὶ διʼ αἰνιγμάτων, ἀλλὰ τὴν πρώτην τῶν κυριωτάτων δοξῶν προσβαλόντες εὐθὺς ἀνατρέπουσιν. εἶθʼ ὥσπερ ὑπὸ ποινῆς ἐλαυνόμενοι δεινὰ ποιεῖν ὁμολογοῦσι, συγχέοντες τὰ νόμιμα καὶ τὰς διατάξεις τῶν νόμων ἀναιροῦντες, ἵνα μηδὲ συγγνώμης τύχωσι. τὸ μὲν γὰρ ἁμαρτάνειν περὶ δόξαν, εἰ καὶ μὴ σοφῶν, ὅμως ἀνθρώπινόν ἐστι· τὸ δʼ ἐγκαλεῖν ἑτέροις ἅπερ αὐτοὶ πράττουσι πῶς ἄν τις εἴποι, φειδόμενος τῶν ἀξίων ὀνομάτων;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme