Thesauros Literature biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
32 εἰ γὰρ πρὸς Ἀντίδωρον ἢ Βίωνα τὸν σο· φιστὴν γράφων ἐμνήσθη νόμων καὶ πολιτείας καὶ διατάξεως, οὐκ ἄν τις εἶπεν αὐτῷ μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις περιστέλλων τὸ σαρκίδιον ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν; εἰσὶ δʼ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δημόκριτος μὲν παραινεῖ τήν τε πολιτικήν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους διώκειν, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίγνεται τοῖς; ἀνθρώποις. Παρμενίδης δὲ τὴν ἑαυτοῦ πατρίδα διεκόσμησε νόμοις ἀρίστοις, ὥστε τὰς ἀρχὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμενεῖν τοῖς Παρμενίδου νόμοις. Ἐμπεδοκλῆς δὲ τούς τε πρώτους τῶν πολιτῶν ὑβρίζοντας καὶ διαφοροῦντας τὰ κοινὰ ἐξέβαλεν ἐξελέγξας τήν τε χώραν ἀπήλλαξεν ἀκαρπίας καὶ λοιμοῦ, διασφάγας ὄρους ἀποτειχίσας, διʼ ὧν ὁ νότος εἰς τὸ πεδίον ὑπερέβαλλε. Σωκράτης δέ, μετὰ τὴν καταδίκην φυγῆς αὐτῷ μεμηχανημένης ὑπὸ τῶν φίλων, οὐκ ἐχρήσατο, τοὺς νόμους βεβαιῶν, ἀλλʼ ἀδίκως ἀποθανεῖν εἵλετο μᾶλλον ἢ σωθῆναι παρανόμως. Μέλισσος δὲ τῆς πατρίδος στρατηγῶν Ἀθηναίους κατεναυμάχησε. Πλάτων δὲ καλοὺς; μὲν ἐν γράμμασι λόγους περὶ νόμων καὶ πολιτείας ἀπέλιπε, πολὺ δὲ κρείττονας ἐνεποίησε τοῖς ἑταίροις ἀφʼ ὧν Σικελία διὰ Δίωνος ἠλευθεροῦτο καὶ Θρᾴκη διὰ Πύθωνος καὶ Ἡρακλείδου Κότυν ἀνελόντων, Ἀθηναίων δὲ Χαβρίαι στρατηγοὶ καὶ Φωκίωνες ἐξ Ἀκαδημείας ἀνέβαινον. Ἐπίκουρος μὲν γὰρ εἰς Ἀσίαν ἐξέπεμπε τοὺς Τιμοκράτει λοιδορησομένους, καὶ τῆς βασιλικῆς ἐξελῶντας αὐλῆς τὸν ἄνθρωπον, ὅτι Μητροδώρῳ προσέκρουσεν ἀδελφὸς ὤν· καὶ ταῦτʼ ἐν τοῖς βιβλίοις γέγραπται τοῖς ἐκείνων. Πλάτων δὲ τῶν ἑταίρων ἐξαπέστειλεν Ἀρκάσι μὲν Ἀριστώνυμον διακοσμήσοντα τὴν πολιτείαν, Ἠλείοις δὲ Φορμίωνα, Μενέδημον δὲ Πυρραίοις. Εὔδοξος δὲ Κνιδίοις καὶ Ἀριστοτέλης Σταγειρίταις, Πλάτωνος ὄντες συνήθεις, νόμους ἔγραψαν· παρὰ δὲ,Ξενοκράτους Ἀλέξανδρος ὑποθήκας ᾔτησε περὶ βασιλείας· ὁ δὲ πεμφθεὶς πρὸς Ἀλέξανδρον ὑπὸ τῶν ἐν Ἀσίᾳ κατοικούντων Ἑλλήνων καὶ μάλιστα διακαύσας καὶ παροξύνας ἅψασθαι τοῦ πρὸς τοὺς βαρβάρους πολέμου Δήλιος ἦν Ἐφέσιος, ἑταῖρος Πλάτωνος. Ζήνων τοίνυν ὁ Παρμενίδου γνώριμος ἐπιθέμενος Δημύλῳ τῷ τυράννῳ καὶ δυστυχήσας περὶ τὴν πρᾶξιν ἐν πυρὶ τὸν Παρμενίδου λόγον ὥσπερ χρυσὸν ἀκήρατον καὶ δόκιμον παρέσχε καὶ ἀπέδειξεν ἔργοις, ὅτι τὸ αἰσχρὸν ἀνδρὶ μεγάλῳ φοβερόν ἐστιν, ἀλγηδόνα δὲ παῖδες καὶ γύναια καὶ γυναίων ψυχὰς ἔχοντες ἄνδρες δεδίασι· τὴν γὰρ γλῶτταν αὑτοῦ διατραγὼν τῷ τυράννῳ προσέπτυσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme