7
ὅτι δὲ τούτοις πρὸς πᾶν ἔστι χρῆσθαι τὸ καλούμενον καὶ νομιζόμενον πικρὸν γλυκὺ καθαρτικὸν ὑπνωτικὸν φωτεινόν, ὡς οὐδενὸς ἔχοντος αὐτοτελῆ ποιότητα καὶ δύναμιν οὐδὲ δρῶντος μᾶλλον ἢ πάσχοντος, ὅταν ἐγγένηται τοῖς σώμασιν, ἄλλην δʼ ἐν ἄλλοις διαφορὰν καὶ κρᾶσιν λαμβάνοντος, οὐκ ἄδηλόν ἐστιν. αὐτὸς γὰρ οὖν ὁ Ἐπίκουρος ἐν τῷ δευτέρῳ τῶν πρὸς Θεόφραστον οὐκ εἶναι λέγων τὰ χρώματα συμφυῆ τοῖς σώμασιν, ἀλλὰ γεννᾶσθαι κατὰ ποιάς τινας τάξεις καὶ θέσεις πρὸς τὴν ὄψιν, οὐ μᾶλλόν φησι κατὰ τοῦτον τὸν λόγον ἀχρωμάτιστον σῶμα εἶναι ἢ χρῶμα ἔχον. ἀνωτέρω δὲ κατὰ λέξιν ταῦτα γέγραφεν ἀλλὰ καὶ χωρὶς τούτου τοῦ μέρους οὐκ οἶδʼ ὅπως δεῖ τὰ ἐν τῷ σκότει ταῦτʼ ὄντα φῆσαι χρώματα ἔχειν· καίτοι πολλάκις ἀέρος ὁμοίως σκοτώδους; περικεχυμένου, οἱ μὲν αἰσθάνονται χρωμάτων διαφορᾶς οἱ δʼ οὐκ αἰσθάνονται διʼ ἀμβλύτητα τῆς ὄψεως· ἔτι δʼ εἰσελθόντες εἰς σκοτεινὸν οἶκον οὐδεμίαν ὄψιν χρώματος ὁρῶμεν ἀναμείναντες δὲ μικρὸν ὁρῶμεν· οὐ μᾶλλον οὖν ἔχειν ἢ μὴ ἔχειν χρῶμα ῥηθήσεται τῶν σωμάτων ἕκαστον. εἰ δὲ τὸ χρῶμα πρός τι, καὶ τὸ λευκὸν ἔσται πρὸς τι καὶ τὸ κυανοῦν· εἰ δὲ ταῦτα, καὶ τὸ γλυκὺ καὶ τὸ πικρόν· ὥστε κατὰ πάσης ποιότητος ἀληθῶς τὸ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κατηγορεῖσθαι τοῖς γὰρ οὕτω πάσχουσιν ἔσται τοιοῦτον, οὐκ ἔσται δὲ τοῖς μὴ πάσχουσι τὸν οὖν βόρβορον καὶ τὸν πηλόν, ἐν ᾧ φησι γίγνεσθαι τοὺς τὸ μηδὲν μᾶλλον τοῖον ἢ τοῖον ἐπιφθεγγομένους τοῖς πράγμασιν, ἑαυτοῦ κατασκεδάννυσι καὶ τοῦ καθηγεμόνος ὁ Κωλώτης.