Thesauros Literature biography Πρὸς Κωλώτην

Πρὸς Κωλώτην

Πρὸς Κωλώτην Plutarch
9 τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ καὶ λίθον ἐκ μὴ λίθου καὶ τἄλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; πάνυ μὲν οὖν. ἀλλʼ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς ταὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρὰ καὶ ψυχρὰ θερμοῖς καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικῶς ὑπʼ ἀλλήλων καὶ μεταβάλλοντα διʼ ὅλων, ἑτέραν ἀφʼ ἑτέρας κράσεως συναποτίκτει γένεσιν. ἡ δʼ ἄτομος αὐτή τε καθʼ ἑαυτὴν ἔρημός ἐστι καὶ γυμνὴ πάσης γονίμου δυνάμεως, καὶ πρὸς ἄλλην προσπεσοῦσα βρασμὸν ὑπὸ σκληρότητος καὶ ἀντιτυπίας ἄλλο δʼ οὐδὲν ἔσχεν οὐδʼ ἐποίησε πάθος, ἀλλὰ παίονται καὶ παίουσι τὸν ἅπαντα χρόνον, οὐχ ὅπως ζῷον ἢ ψυχὴν ἢ φύσιν ἀλλʼ οὐδὲ πλῆθος ἐξ ἑαυτῶν κοινὸν οὐδὲ σωρὸν ἕνα παλλομένων ἀεὶ καὶ διισταμένων δυνάμεναι παρασχεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme