Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

12 Κιλίκων ἦρχεν ὑβριστὴς ἄνθρωπος καὶ κακὸς τὰ ἐρωτικά· ἐς τοῦτον ἦλθε λόγος τῆς τοῦ Ἀπολλωνίου ὥρας, ὁ δὲ ἐρρῶσθαι φράσας οἷς ἔπραττεν, ἐν Ταρσοῖς δὲ ἄρα ἀγορὰν ἦγεν, ἐξωρμήθη ἐς τὰς Αἰγὰς νοσεῖν τε ἑαυτὸν φήσας καὶ τοῦ Ἀσκληπιοῦ δεῖσθαι, καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ βαδίζοντι ἰδίᾳ σύστησόν με ἔφη τῷ θεῷ. ὁ δὲ ὑπολαβὼν καὶ τί σοι δεῖ τοῦ συστήσοντος, εἶπεν εἰ χρηστὸς εἶ; τοὺς γὰρ σπουδαίους οἱ θεοὶ καὶ ἄνευ τῶν προξενούντων ἀσπάζονται. ὅτι νὴ Δίʼ, ἔφη Ἀπολλώνιε, σὲ μὲν ὁ θεὸς πεποίηται ξένον, ἐμὲ δὲ οὔπω. ἀλλὰ κἀμοῦ ἔφη καλοκαγαθία προὐξένησεν, ᾗ χρώμενος, ὡς δυνατὸν νέῳ, θεράπων τέ εἰμι τοῦ Ἀσκληπιοῦ καὶ ἑταῖρος· εἰ δὲ καὶ σοὶ καλοκαγαθίας μέλει, χώρει θαρρῶν παρὰ τὸν θεὸν καὶ εὔχου, ὅ τι ἐθέλεις. νὴ Δίʼ, εἶπεν ἢν σοί γε προτέρῳ εὔξωμαι. καὶ τί ἔφη ἐμοὶ εὔξῃ; ὃ ἦ δʼ ὃς εὔχεσθαι δεῖ τοῖς καλοῖς· εὐχόμεθα δὲ αὐτοῖς κοινωνεῖν τοῦ κάλλους καὶ μὴ φθονεῖν τῆς ὥρας. ἔλεγε δὲ ταῦτα ὑποθρύπτων ἑαυτὸν καὶ τοὺς ὀφθαλμοὺς ὑγραίνων καὶ τί γὰρ οὐχ ἑλίττων τῶν οὕτως ἀσελγῶν τε καὶ ἐπιρρήτων; ὁ δὲ ταυρηδὸν ὑποβλέψας αὐτὸν μαίνῃ, ἔφη ὦ κάθαρμα. τοῦ δʼ οὐ μόνον πρὸς ὀργὴν ταῦτα ἀκούσαντος, ἀλλὰ καὶ ἀπειλήσαντος, ὡς ἀποκόψοι αὐτοῦ τὴν κεφαλήν, καταγελάσας ὁ Ἀπολλώνιος ὦ ἡ δεῖνα ἡμέρα ἀνεβόησε· τρίτη δὲ ἄρα ἦν ἀπʼ ἐκείνης, ἐν ᾗ δήμιοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν τὸν ὑβριστὴν ἐκεῖνον, ὡς ξὺν Ἀρχελάῳ τῷ Καππαδοκίας βασιλεῖ νεώτερα ἐπὶ Ῥωμαίους πράττοντα. ταῦτα καὶ πολλὰ τοιαῦτα Μαξίμῳ τῷ Αἰγιεῖ ξυγγέγραπται, ἠξιώθη δὲ καὶ βασιλείων ἐπιστολῶν οὗτος εὐδοκιμῶν τὴν φωνήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme