Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

13 ἐπεὶ δὲ τεθνεῶτα τὸν πατέρα ἤκουσεν, ἔδραμεν ἐς τὰ Τύανα, κἀκεῖνον μὲν ταῖς ἑαυτοῦ χερσὶν ἔθαψε πρὸς τῷ τῆς μητρὸς σήματι, ἐτεθνήκει δὲ κἀκείνη οὐ πάλαι, τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε πρὸς τὸν ἀδελφὸν ἀκόλαστόν τε καὶ φιλοπότην ὄντα. καὶ τῷ μὲν τρίτον τε καὶ εἰκοστὸν ἦν ἔτος καὶ ἡλικία οἵα μὴ ἐπιτροπεύεσθαι, ὁ δʼ αὖ εἴκοσι γεγόνει καὶ οἱ νόμοι αὐτὸν ὑπεῖχον τοῖς ἐπιτρόποις. διατρίψας οὖν ἐν Αἰγαῖς πάλιν καὶ τὸ ἱερὸν Λύκειόν τε ἀποφήνας καὶ Ἀκαδημίαν, φιλοσοφίας γὰρ ἠχὼ πάσης ἐν αὐτῷ ἦν, ἐπανῆλθεν ἐς τὰ Τύανα ἀνὴρ ἤδη καὶ κύριος τῶν ἑαυτοῦ, εἰπόντος δὲ πρὸς αὐτόν τινος, ὡς σωφρονίσαι τὸν ἀδελφὸν προσήκοι αὐτῷ καὶ μεταβαλεῖν τοῦ τρόπου, τουτὶ μὲν θρασὺ ἔφη δόξει, πρεσβύτερον γὰρ νέος πῶς ἂν σωφρονίζοιμι; ὡς δέ μοι δυνατόν, ἰάσομαι αὐτὸν τουτωνὶ τῶν παθῶν· δίδωσι δὴ αὐτῷ τὴν ἡμίσειαν τῆς ἑαυτοῦ μοίρας, τὸν μὲν πλειόνων δεῖσθαι φήσας, ἑαυτὸν δὲ ὀλίγων, ἐφιστὰς δὲ αὐτὸν καὶ σοφῶς ὑπαγόμενος ἐς τὸ σωφρονίζοντι πείθεσθαι ὁ μὲν πατὴρ ἔφη μεθέστηκεν, ὃς ἐπαίδευέ τε ἡμᾶς καὶ ἐνουθέτει, λοιπὸς δὲ σὺ ἐμοὶ καὶ σοὶ δήπου ἐγώ· εἴτʼ οὖν ἐγώ τι ἁμαρτάνοιμι, σύμβουλος γίγνου καὶ ἰῶ τἀμά, εἴτʼ αὐτός τι ἁμαρτάνοις, ἀνέχου διδάσκοντος. κἀκεῖνον μέν, ὥσπερ οἱ καταψῶντες τοὺς δυσηνίους τε καὶ μὴ εὐαγώγους τῶν ἵππων, ἐς πειθὼ ἤγαγε καὶ μετερρύθμισε τῶν ἁμαρτημάτων πολλῶν ὄντων, καὶ γὰρ κύβων ἥττητο καὶ οἴνου καὶ ἐφʼ ἑταίρας ἐκώμαζεν ἐπαιρούσης αὐτὸν κόμης, ἣν καὶ βαφαῖς ἤσκει, σοβῶν τε καὶ ἄνω βαίνων. ἐπεὶ δὲ καὶ τὰ πρὸς τὸν ἀδελφὸν αὐτῷ εὖ εἶχεν, ἐπὶ τοὺς ἄλλους ἤδη συγγενεῖς ἐτράπετο καὶ τοὺς δεομένους σφῶν ἀνεκτήσατο τῇ λοιπῇ οὐσίᾳ μικρὰ ἑαυτῷ ὑπολιπόμενος, ὅτε δὴ τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀγέλαις τε καὶ μήλοις τὰ ἑαυτοῦ ἀνέντα προβάτοις ἔφη μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι, τὸν δὲ Θηβαῖον Κράτητα καταποντώσαντα τὴν οὐσίαν οὔτε ἀνθρώποις γενέσθαι ἐπιτήδειον οὔτε προβάτοις. εὐδοκιμήσαντος δὲ τοῦ Πυθαγόρου ἐπὶ τῷ λόγῳ, ὃν ἔλεγε περὶ τοῦ μὴ δεῖν παρʼ ἄλλην ἰέναι γυναῖκα ἢ τὴν ἑαυτοῦ, τουτὶ μὲν ἑτέροις ἔφη ὑπὸ Πυθαγόρου προειρῆσθαι, αὐτὸς δὲ μήτʼ ἂν γῆμαι μήτʼ ἂν ἐς ὁμιλίαν ἀφικέσθαι ποτὲ ἀφροδισίων, ὑπερβαλλόμενος καὶ τὸ τοῦ Σοφοκλέους· ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν ἐς γῆρας ἐλθών, ὁ δʼ ὑπʼ ἀρετῆς τε καὶ σωφροσύνης οὐδʼ ἐν μειρακίῳ ἡττήθη τούτου, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐρρωμένος ἐκράτει τε καὶ λυττῶντος ἐδέσποζεν. ἀλλʼ ὅμως συκοφαντοῦσί τινες ἐπὶ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυθῶν ἔθνος, ὃς οὔτε ἐφοίτησέ ποτε ἐς Σκύθας οὔτε ἐς ἐρωτικὰ πάθη ἀπηνέχθη· οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάντησεν ἐπὶ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατʼ αὐτοῦ ξυνθείς, ὡς ἐν τοῖς περὶ Εὐφράτου λόγοις δείξομεν, διεφέρετο δὲ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθʼ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἐπέκοπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματίζεσθαί τε καὶ τὴν σοφίαν καπηλεύειν. ἀλλὰ ταῦτα μὲν ἐς τοὺς αὐτῶν χρόνους ἀναβεβλήσθω μοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme