Book 1
15
διέτριψέ τε τοὺς τῆς σιωπῆς χρόνους τὸν μὲν ἐν Παμφύλοις, τὸν δὲ ἐν Κιλικίᾳ, καὶ βαδίζων διʼ οὕτω τρυφώντων ἐθνῶν οὐδαμοῦ ἐφθέγξατο, οὐδʼ ὑπήχθη γρύξαι. ὁπότε μὴν στασιαζούσῃ πόλει ἐντύχοι, πολλαὶ δὲ ἐστασίαζον ὑπὲρ θεαμάτων οὐ σπουδαίων, παρελθὼν ἂν καὶ δείξας ἑαυτὸν καί τι καὶ μελλούσης ἐπιπλήξεως τῇ χειρὶ καὶ τῷ προσώπῳ ἐνδειξάμενος ἐξῄρητʼ ἂν ἀταξία πᾶσα καὶ ὥσπερ ἐν μυστηρίοις ἐσιώπων. καὶ τὸ μὲν τοὺς ὀρχηστῶν τε καὶ ἵππων ἕνεκα στασιάζειν ὡρμηκότας ἀνασχεῖν οὔπω μέγα, οἱ γὰρ ὑπὲρ τοιούτων ἀτακτοῦντες, ἂν πρὸς ἄνδρα ἴδωσιν, ἐρυθριῶσί τε καὶ αὑτῶν ἐπιλαμβάνονται καὶ ῥᾷστα δὴ ἐς νοῦν ἥκουσι, λιμῷ δὲ πεπιεσμένην πόλιν οὐ ῥᾴδιον εὐηνίῳ καὶ πιθανῷ λόγῳ μεταδιδάξαι καὶ ὀργῆς παῦσαι. ἀλλʼ Ἀπολλωνίῳ καὶ ἡ σιωπὴ πρὸς τοὺς οὕτω διακειμένους ἤρκει. ἀφίκετο μὲν γὰρ ἐς Ἄσπενδον τὴν Παμφύλων — πρὸς Εὐρυμέδοντι δὲ οἰκεῖται ποταμῷ ἡ πόλις αὕτη, τρίτη τῶν ἐκεῖ — ὄροβοι δʼ ὤνιοι καὶ τὰ ἐς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐτούς, τὸν γὰρ σῖτον οἱ δυνατοὶ ξυγκλείσαντες εἶχον, ἵνʼ ἐκκαπηλευθείη τῆς χώρας. ἀνηρέθιστο δὴ ἐπὶ τὸν ἄρχοντα ἡλικία πᾶσα καὶ πυρὸς ἐπʼ αὐτὸν ἥπτοντο καίτοι προσκείμενον τοῖς βασιλείοις ἀνδριᾶσιν, οἳ καὶ τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ φοβερώτεροι ἦσαν τότε καὶ ἀσυλότεροι, Τιβερίου γε ὄντες, ἐφʼ οὗ λέγεταί τις ἀσεβῆσαι δόξαι τυπτήσας τὸν ἑαυτοῦ δοῦλον φέροντα δραχμὴν ἀργυρᾶν νενομισμένην ἐς Τιβέριον. προσελθὼν οὖν τῷ ἄρχοντι ἤρετο αὐτὸν τῇ χειρί, ὅ τι εἴη τοῦτο, τοῦ δὲ ἀδικεῖν μὲν οὐδὲν φήσαντος, ἀδικεῖσθαι δὲ μετὰ τοῦ δήμου, λόγου δʼ εἰ μὴ τύχοι, ξυναπολεῖσθαι τῷ δήμῳ, μετεστράφη τε εἰς τοὺς περιεστηκότας ὁ Ἀπολλώνιος καὶ ἔνευσεν ὡς χρὴ ἀκοῦσαι, οἱ δὲ οὐ μόνον ἐσιώπησαν ὑπʼ ἐκπλήξεως τῆς πρὸς αὐτόν, ἀλλὰ καὶ τὸ πῦρ ἔθεντο ἐπὶ τῶν βωμῶν τῶν αὐτόθι. ἀναθαρρήσας οὖν ὁ ἄρχων ὁ δεῖνα ἔφη καὶ ὁ δεῖνα πλείους εἰπὼν τοῦ λιμοῦ τοῦ καθεστηκότος αἴτιοι, τὸν γὰρ σῖτον ἀπολαβόντες φυλάττουσι κατʼ ἄλλος ἄλλο τῆς χώρας. διακελευομένων δὲ τῶν Ἀσπενδίων ἀλλήλοις ἐπὶ τοὺς ἀγροὺς φοιτᾶν, ἀνένευσεν ὁ Ἀπολλώνιος μὴ πράττειν τοῦτο, μετακαλεῖν δὲ μᾶλλον τοὺς ἐν τῇ αἰτίᾳ καὶ παρʼ ἑκόντων εὑρέσθαι τὸν σῖτον. ἀφικομένων δὲ μικροῦ μὲν ἐδέησε καὶ φωνὴν ἐπʼ αὐτοὺς ῥῆξαι, παθών τι πρὸς τὰ τῶν πολλῶν δάκρυα — καὶ γὰρ παιδία ξυνερρυήκει καὶ γύναια, καὶ ὠλοφύροντο οἱ γεγηρακότες, ὡς αὐτίκα δὴ ἀποθανούμενοι λιμῷ — τιμῶν δὲ τὸ τῆς σιωπῆς δόγμα γράφει ἐς γραμματεῖον ἐπίπληξιν καὶ δίδωσιν ἀναγνῶναι τῷ ἄρχοντι· ἡ δὲ ἐπίπληξις ὧδε εἶχεν· Ἀπολλώνιος σιτοκαπήλοις Ἀσπενδίων. ἡ γῆ πάντων μήτηρ, δικαία γάρ, ὑμεῖς δὲ ἄδικοι ὄντες πεποίησθε αὐτὴν αὑτῶν μόνων μητέρα, καὶ εἰ μὴ παύσεσθε, οὐκ ἐάσω ὑμᾶς ἐπʼ αὐτῆς ἑστάναι. ταῦτα δείσαντες ἐνέπλησαν τὴν ἀγορὰν σίτου καὶ ἀνεβίω ἡ πόλις.