Book 1
17
λόγων δὲ ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδʼ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν, ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο, οὐδὲ λεπτολογίᾳ ἐδίδου, οὐδὲ διῆγε τοὺς λόγους, οὐδὲ εἰρωνευομένου τις ἤκουσεν ἢ περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλʼ ὥσπερ ἐκ τρίποδος ὅτε διαλέγοιτο οἶδα ἔλεγε καὶ δοκεῖ μοι καὶ ποῖ φέρεσθε; καὶ χρὴ εἰδέναι. καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδαμάντινοι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι, καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. ἐρομένου δὲ αὐτὸν τῶν στενολεσχούντων τινός, ὅτου ἕνεκα οὐ ζητοίη, ὅτι ἔφη μειράκιον ὢν ἐζήτησα, νῦν δὲ οὐ χρὴ ζητεῖν, ἀλλὰ διδάσκειν ἃ εὕρηκα. πῶς οὖν, Ἀπολλώνιε, διαλέξεται ὁ σοφός; πάλιν ἐπερομένου αὐτὸν ὡς νομοθέτης, ἔφη δεῖ γὰρ τὸν νομοθέτην, ἃ πέπεικεν ἑαυτόν, ταῦτα ἐπιτάγματα ἐς τοὺς πολλοὺς ποιεῖσθαι. ὧδε αὐτῷ τὰ ἐν Ἀντιοχείᾳ ἐσπουδάζετο καὶ ἐπέστρεφεν ἐς ἑαυτὸν ἀνθρώπους ἀμουσοτάτους.
18
μετὰ δὲ ταῦτα λογισμὸν ἑαυτῷ διδοὺς ἀποδημίας μείζονος, ἐνθυμεῖται τὸ Ἰνδικὸν ἔθνος καὶ τοὺς ἐν αὐτῷ σοφούς, οἳ λέγονται Βραχμᾶνές τε καὶ Ὑρκάνιοι εἶναι, προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδημεῖν τε καὶ ὑπερορίῳ αἴρεσθαι. εὕρημα δὲ τοὺς μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσι, καὶ γὰρ ἂν καὶ τὰ ἐκείνων διαμαθεῖν ὁδῷ χρώμενος. καὶ πρὸς τοὺς ὁμιλητὰς ἑπτὰ ὄντας ἀνέφηνε τὴν γνώμην. πειρωμένων δὲ αὐτῶν ξυμβουλεύειν ἕτερα, εἴ πη ἀφελχθείη τῆς ὁρμῆς ταύτης, ἐγὼ μὲν θεοὺς ἔφη συμβούλους πεποίημαι καὶ τὰ δεδογμένα εἴρηκα, ὑμῶν δὲ βάσανον ἐποιούμην, εἰ πρὸς ἅπερ ἐγὼ ἔρρωσθε· ἐπεὶ τοίνυν μαλακῶς ἔχετε, ὑμεῖς μὲν ὑγιαίνετε ἔφη καὶ φιλοσοφεῖτε· ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία τε καὶ δαίμων με ἄγει. ταῦτα εἰπὼν ἐξελαύνει τῆς Ἀντιοχείας μετὰ δυοῖν θεραπόντοιν, οἵπερ αὐτῷ πατρικὼ ἤστην, ὁ μὲν ἐς τάχος γράφων, ὁ δὲ ἐς κάλλος.