Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

19 καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα ἵδρυται τρόπον βάρβαρον, ἔστι δὲ ἄρα Ἰὼ ἡ Ἰνάχου καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷον μέλλοντα. ἐνταῦθα διατρίβοντι καὶ πλείω ξυνιέντι περὶ τοῦ ἀγάλματος ἢ οἱ ἱερεῖς καὶ προφῆται, προσεφοίτησε Δάμις ὁ Νίνιος, ὃν καταρχὰς ἔφην ξυναποδημῆσαί οἱ καὶ ξυνέμπορον γενέσθαι τῆς σοφίας πάσης καὶ πολλὰ τοῦ ἀνδρὸς διασώσασθαι, ὃς ἀγασθεὶς αὐτὸν καὶ ζηλώσας τῆς ὁδοῦ ἴωμεν, ἔφη Ἀπολλώνιε, σὺ μὲν θεῷ ἑπόμενος, ἐγὼ δὲ σοί, καὶ γάρ με καὶ πολλοῦ ἄξιον εὕροις ἄν· εἰ μὲν ἄλλο τι οὐκ οἶδα, τὸ δʼ οὖν ἐς Βαβυλῶνα ἧκον, πόλεις τε, ὁπόσαι εἰσίν, οἶδα ἀνελθὼν οὐ πάλαι καὶ κώμας, ἐν αἷς πολλὰ ἀγαθά, καὶ μὴν καὶ τὰς φωνὰς τῶν βαρβάρων, ὁπόσαι εἰσίν, εἰσὶ δὲ ἄλλη μὲν Ἀρμενίων, ἄλλη δὲ Μήδων τε καὶ Περσῶν, ἄλλη δὲ Καδουσίων, μεταλαμβάνω δὲ πάσας. ἐγὼ δέ, εἶπεν ὦ ἑταῖρε, πασῶν ξυνίημι, μαθὼν μηδεμίαν. θαυμάσαντος δὲ τοῦ Νινίου μὴ θαυμάσῃς, εἶπεν εἰ πάσας οἶδα φωνὰς ἀνθρώπων· οἶδα γὰρ δὴ καὶ ὅσα σιωπῶσιν ἄνθρωποι. ὁ μὲν δὴ Ἀσσύριος προσηύξατο αὐτόν, ὡς ταῦτα ἤκουσε, καὶ ὥσπερ δαίμονα ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ ὅ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ ξυμμέτρως πράττουσα, τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις, διατριβὴν δὲ ἀναγράψαι καὶ συνουσίαν καὶ ὅ τι ἤκουσεν ἢ εἶδεν ἀνατυπῶσαι καὶ ὑπόμνημα τῶν τοιούτων ξυνθεῖναι σφόδρα ἱκανὸς ἦν καὶ ἐπετήδευε τοῦτο ἄριστα ἀνθρώπων. ἡ γοῦν δέλτος ἡ τῶν ἐκφατνισμάτων τοιοῦτον τῷ Δάμιδι νοῦν εἶχεν· ὁ Δάμις ἐβούλετο μηδὲν τῶν Ἀπολλωνίου ἀγνοεῖσθαι, ἀλλʼ εἴ τι καὶ παρεφθέγξατο ἢ ʽἀμελῶσʼ εἶπεν, ἀναγεγράφθαι καὶ τοῦτο, καὶ ἄξιόν γε εἰπεῖν, ἃ καὶ πρὸς τὸν μεμψάμενον τὴν διατριβὴν ταύτην ἀπεφθέγξατο· διασύροντος γὰρ αὐτὸν ἀνθρώπου ῥᾳθύμου τε καὶ βασκάνου καὶ τὰ μὲν ἄλλα ὀρθῶς ἀναγράφειν φήσαντος, ὁπόσαι γνῶμαί τέ εἰσι καὶ δόξαι τοῦ ἀνδρός, ταυτὶ δὲ τὰ οὕτω μικρὰ ξυλλεγόμενον παραπλήσιόν που τοῖς κυσὶ πράττειν τοῖς σιτουμένοις τὰ ἐκπίπτοντα τῆς δαιτός, ὑπολαβὼν ὁ Δάμις εἰ δαῖτες ἔφη θεῶν εἰσι καὶ σιτοῦνται θεοί, πάντως που καὶ θεράποντες αὐτοῖς εἰσιν, οἷς μέλει τοῦ μηδὲ τὰ πίπτοντα τῆς ἀμβροσίας ἀπόλλυσθαι. Τοιοῦδε μὲν ἑταίρου καὶ ἐραστοῦ ἔτυχεν, ᾧ τὸ πολὺ τοῦ βίου συνεπορεύθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme