Book 1
20
παριόντας δὲ αὐτοὺς ἐς τὴν μέσην τῶν ποταμῶν ὁ τελώνης ὁ ἐπιβεβλημένος τῷ Ζεύγματι πρὸς τὸ πινάκιον ἦγε καὶ ἠρώτα, ὅ τι ἀπάγοιεν, ὁ δὲ Ἀπολλώνιος ἀπάγω ἔφη σωφροσύνην δικαιοσύνην ἀρετὴν ἐγκράτειαν ἀνδρείαν ἄσκησιν, πολλὰ καὶ οὕτω θήλεα εἴρας ὀνόματα. ὁ δʼ ἤδη βλέπων τὸ ἑαυτοῦ κέρδος ἀπόγραψαι οὖν ἔφη τὰς δούλας. ὁ δὲ οὐκ ἔξεστιν, εἶπεν οὐ γὰρ δούλας ἀπάγω ταύτας, ἀλλὰ δεσποίνας. τὴν δὲ τῶν ποταμῶν μέσην ὁ Τίγρις ἀποφαίνει καὶ ὁ Εὐφράτης ῥέοντες μὲν ἐξ Ἀρμενίας καὶ Ταύρου λήγοντος, περιβάλλοντες δὲ ἤπειρον, ἐν ᾗ καὶ πόλεις μέν, τὸ δὲ πλεῖστον κῶμαι, ἔθνη τε Ἀρμένια καὶ Ἀράβια, ἃ ξυγκλέίσαντες οἱ ποταμοὶ ἔχουσιν, ὧν καὶ νομάδες οἱ πολλοὶ στείχουσιν, οὕτω τι νησιώτας ἑαυτοὺς νομίζοντες, ὡς ἐπὶ θάλαττάν τε καταβαίνειν φάσκειν, ὅτʼ ἐπὶ τοὺς ποταμοὺς βαδίζοιεν, ὅρον τε ποιεῖσθαι τῆς γῆς τὸν τῶν ποταμῶν κύκλον· ἀποτορνεύσαντες γὰρ τὴν προειρημένην ἤπειρον ἐπὶ τὴν αὐτὴν ἵενται θάλατταν. εἰσὶ δʼ, οἵ φασιν ἐς ἕλος ἀφανίζεσθαι τὸ πολὺ τοῦ Εὐφράτου καὶ τελευτᾶν τὸν ποταμὸν τοῦτον ἐν τῇ γῇ. λόγου δʼ ἔνιοι θρασυτέρου ἐφάπτονται, φάσκοντες αὐτὸν ὑπὸ τῇ γῇ ῥέοντα ἐς Αἴγυπτον ἀναφαίνεσθαι καὶ Νείλῳ συγκεράννυσθαι. ἀκριβολογίας μὲν δὴ ἕνεκα καὶ τοῦ μηδὲν παραλελεῖφθαί μοι τῶν γεγραμμένων ὑπὸ τοῦ Δάμιδος ἐβουλόμην ἂν καὶ τὰ διὰ τῶν βαρβάρων τούτων ʽπορευομένοισʼ σπουδασθέντα εἰπεῖν, ξυνελαύνει δὲ ἡμᾶς ὁ λόγος ἐς τὰ μείζω τε καὶ θαυμασιώτερα, οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν, τῆς τε ἀνδρείας, ᾗ χρώμενος ὁ Ἀπολλώνιος διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδʼ ὑπὸ Ῥωμαίοις πω ὄντα, τῆς τε σοφίας, ᾗ τὸν Ἀράβιον τρόπον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε αὐτὸ καὶ πραττόντων. ἔστι γὰρ τῶν Ἀραβίων ἤδη κοινὸν καὶ τῶν ὀρνίθων ἀκούειν μαντευομένων, ὁπόσα οἱ χρησμοί, ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.