Book 1
22
προελθόντες δὲ εἴκοσι στάδια λεαίνῃ ἐντυγχάνουσιν ἀπεσφαγμένῃ ἐν θήρᾳ, καὶ ἦν τὸ θηρίον μέγα καὶ ὅσον οὔπω εἶδον, ἐβόων τε οἱ ἐκ τῆς κώμης συνερρυηκότες, καί, νὴ Δίʼ, οἱ τεθηρακότες, ὥς τι μέγα θαῦμα ἐν αὐτῷ ὁρῶντες· καὶ ἦν ἀτεχνῶς θαῦμα· σκύμνους γὰρ ἀνατμηθεῖσα ὀκτὼ εἶχεν. ὁ δὲ τῆς λεαίνης τόκος, αἱ λέαιναι μηνῶν μὲν κυΐσκουσιν ἕξ, τρὶς δὲ ἀποτίκτουσιν, ἀριθμὸς δὲ τῶν σκύμνων παρὰ μὲν τὴν πρώτην τρεῖς, ἐπὶ δὲ τῆς δευτέρας δύο, τρίτου δὲ ἁπτομένη τόκου μονήρη σκύμνον ἀποτίκτει μέγαν, οἶμαι, καὶ ἀγριώτερον τῆς φύσεως. οὐ γὰρ προσεκτέα τοῖς λέγουσιν, ὡς ξήναντες οἱ σκύμνοι τὰς τῶν λεαινῶν μήτρας ἐκδίδονται τοῦ σπλάγχνου. δοκεῖ γὰρ τῇ φύσει τῷ τικτομένῳ πρὸς τὸ τίκτον ἐπιτήδεια εἶναι ὑπὲρ σωτηρίας τοῦ γένους. ἐνιδὼν οὖν ὁ Ἀπολλώνιος τῷ θηρίῳ καὶ πολὺν χρόνον ἐπισχὼν ὦ Δάμι, ἔφη ὁ χρόνος τῆς παρὰ βασιλέα ἀποδημίας ἐνιαυτοῦ ἔσται καὶ μηνῶν ὀκτώ, οὔτε γὰρ ἐκεῖνος ἀνήσει θᾶττον, οὔτε ὑμῖν λῷον ἀπελθεῖν πρὸ τούτου. τεκμαίρεσθαι δὲ χρὴ τῶν μὲν σκύμνων ἐς μῆνας, τῆς λεαίνης δὲ ἐς ἐνιαυτόν, τέλεια γὰρ τελείοις παραβλητέα. οἱ δὲ δὴ στρουθοὶ ἔφη ὁ Δάμις οἱ παρὰ τῷ Ὁμήρῳ τί φήσουσιν, οὓς ὁ δράκων μὲν ἐν τῇ Αὐλίδι ἐδαίσατο ὀκτὼ ὄντας ἐννάτην ἐπʼ αὐτοῖς τὴν μητέρα ἑλών; Κάλχας δʼ ἐξηγούμενος ταῦτα ἐννέα ἐνιαυτοῖς ἀνεῖπε καταπολεμήσεσθαι τὴν Τροίαν· καὶ ὅρα μὴ καθʼ Ὅμηρόν τε καὶ Κάλχαντα ἐς ἐννέα ἡμῖν ἔτη ἡ ἀποδημία τείνῃ. καὶ εἰκότως, ἔφη ὦ Δάμι, καὶ τοὺς νεοττοὺς Ὅμηρος ἐνιαυτοῖς εἰκάζει, γεγόνασι γὰρ ἤδη καί εἰσιν, ἐγὼ δὲ ἀτελῆ θηρία καὶ μήπω γεγονότα, ἴσως δὲ μηδʼ ἂν γενόμενα, πῶς ἂν ἐνιαυτοῖς εἰκάζοιμι; τὰ γὰρ παρὰ φύσιν οὔτʼ ἂν γένοιτο, ταχεῖάν τε ἴσχει διαφθοράν, κἂν γένηται. ἀλλʼ ἕπου δὴ τῷ λόγῳ, καὶ ἴωμεν εὐξόμενοι τοῖς θεοῖς, οἳ ταῦτα φαίνουσι.