Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

2 ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτʼ ἀρχαίους οὔτʼ αὖ νέους οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν, ἀλλʼ ὁ μὲν τό, ὁ δὲ τὸ ἐπαινεῖ τοῦ ἀνδρός, οἱ δέ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς βιαίως σοφόν, κακῶς γιγνώσκοντες· Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ, Πλάτων τε βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτοῦ λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ προαισθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον ἐς τὴν σοφίαν ταύτην, ἢ διαβεβλήσεταί γε καὶ Σωκράτης ἐφʼ οἷς παρὰ τοῦ δαιμονίου προεγίγνωσκε καὶ Ἀναξαγόρας ἐφʼ οἷς προὔλεγε· καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπίασι μέν, ὁπότε ἥκιστα ὗε, παρελθόντα ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου οἰκίαν τε, ὡς πεσεῖται, προειπόντα μὴ ψεύσασθαι, πεσεῖν γάρ, νύκτα τε ὡς ἐξ ἡμέρας ἔσται καὶ ὡς λίθοι περὶ Αἰγὸς ποταμοὺς τοῦ οὐρανοῦ ἐκδοθήσονται, προαναφωνήσαντα ἀληθεῦσαι; καὶ σοφίᾳ ταῦτα τοῦ Ἀναξαγόρου προστιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγιγνώσκειν καί φασιν, ὡς μάγῳ τέχνῃ ταῦτʼ ἔπραττεν. δοκεῖ οὖν μοι μὴ περιιδεῖν τὴν τῶν πολλῶν ἄγνοιαν, ἀλλʼ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθʼ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφʼ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπʼ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς ἤδη, τὰ δὲ ἐξ ὧν εἶπον ἕτεροι περὶ αὐτοῦ, τὰ δὲ ἐκ τῶν ἐκείνου ἐπιστολῶν. ἐπέστελλε δὲ βασιλεῦσι σοφισταῖς φιλοσόφοις Ἠλείοις Δελφοῖς Ἰνδοῖς Αἰγυπτίοις ὑπὲρ θεῶν ὑπὲρ ἐθῶν ὑπὲρ ἠθῶν ὑπὲρ νόμων, παρʼ οἷς ὅ τι ἁμαρτάνοιτο, ἐπηνώρθου. τὰ δὲ ἀκριβέστερα ὧδε συνελεξάμην·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme