Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

28 αὐτὸς παρὰ τοὺς ἄνδρας, οἳ δὴ νομίζονται βασιλέως ὦτα, ἀνατυποῖ τὸν Ἀπολλώνιον προειπών, ὅτι μήτε προσκυνεῖν βούλεται μήτε τι ἀνθρώπῳ ἔοικεν· οἱ δὲ ἄγειν κελεύουσι τιμῶντά τε καὶ μηδὲν ὕβρει πράττοντα, ἐπεὶ δὲ ἦλθεν, ἤρετο αὐτὸν ὁ πρεσβύτατος ὅ τι μαθὼν καταφρονήσειε τοῦ βασιλέως, ὁ δὲ οὔπω ἔφη κατεφρόνησα. καταφρονήσειας δʼ ἄν; πάλιν ἐρομένου νὴ Δίʼ εἶπεν ἤν γε ξυγγενόμενος μὴ καλόν τε καὶ ἀγαθὸν εὕρω αὐτόν. ἀπάγεις δὲ δὴ τίνα αὐτῷ δῶρα; τοῦ δὲ αὖ τήν τε ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰ τοιαῦτα φήσαντος πότερον, ἔφη, ὡς οὐκ ἔχοντι; μὰ Δίʼ, εἶπεν ἀλλʼ ὡς μαθησομένῳ χρῆσθαι, ἢν ἔχῃ αὐτάς. καὶ μὴν χρώμενος τούτοις ἔφη τήν τε βασιλείαν, ἣν ὁρᾷς, ἀπολωλυῖαν αὐτῷ ἀνέλαβε τόν τε οἶκον ἐπανήγαγε τοῦτον οὐκ ἀπόνως, οὐδὲ ῥᾳθύμως. ποστὸν δὲ δὴ τοῦτο ἔτος τῇ ἀνακτηθείσῃ ἀρχῇ; τρίτου ἔφη ἀρχόμεθα, δύο ἤδη που μῆνες. ἀναστήσας οὖν, ὥσπερ εἰώθει, τὴν γνώμην ὦ σωματοφύλαξ, εἶπεν ἢ ὅ τί σε προσήκει καλεῖν, Δαρεῖος ὁ Κύρου καὶ Ἀρταξέρξου πατὴρ τὰ βασίλεια ταῦτα κατασχὼν ἑξήκοντα, οἶμαι, ἔτη λέγεται τελευτὴν ὑποπτεύσας τοῦ βίου τῇ δικαιοσύνῃ θῦσαι, καὶ ὦ δέσποινα, εἰπεῖν, ἥ τίς ποτε εἶ· ὥσπερ ἐπιθυμήσας μὲν πάλαι τῆς δικαιοσύνης, οὔπω δὲ αὐτὴν γιγνώσκων, οὐδὲ δοκῶν κεκτῆσθαι, τὼ παῖδέ τε οὕτως ἀμαθῶς ἐπαίδευσεν, ὡς ὅπλα ἐπʼ ἀλλήλους ἄρασθαι, καὶ ὁ μὲν τρωθῆναι, ὁ δὲ ἀποθανεῖν ὑπὸ τοῦ ἑτέρου, σὺ δʼ ἤδη τοῦτον ἴσως οὐδʼ ἐν τῷ βασιλείῳ θρόνῳ καθῆσθαι εἰδότα ξυνειληφέναι ὁμοῦ πάσας ἀρετὰς βούλει καὶ ἐπαίρεις αὐτὸν σοὶ φέρων, οὐκ ἐμοί, κέρδος, εἰ βελτίων γένοιτο. βλέψας οὖν ὁ βάρβαρος ἐς τὸν πλησίον ἕρμαιον ἔφη θεῶν τις ἄγει τουτονὶ τὸν ἄνδρα ἐνταῦθα, ἀγαθὸς γὰρ ξυγγενόμενος ἀγαθῷ πολλῷ βελτίω τὸν βασιλέα ἡμῖν ἀποφανεῖ καὶ σωφρονέστερον καὶ ἡδίω, ταυτὶ γὰρ διαφαίνεται τοῦ ἀνδρός. ἐσέθεον οὖν εὐαγγελιζόμενοι πᾶσιν, ὅτι ἀνὴρ ἐπὶ ταῖς βασιλέως θύραις ἑστήκοι σοφός τε καὶ Ἕλλην καὶ ξύμβουλος ἀγαθός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme