Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

31 προϊδὼν δὲ ὁ βασιλεὺς προσιόντα, καὶ γάρ τι καὶ μῆκος ἡ τοῦ ἱεροῦ αὐλὴ εἶχε, διελάλησέ τε πρὸς τοὺς ἐγγύς, οἷον ἀναγιγνώσκων τὸν ἄνδρα, πλησίον τε ἤδη γιγνομένου μέγα ἀναβοήσας οὗτος ἔφη ὁ Ἀπολλώνιος, ὃν Μεγαβάτης ὁ ἐμὸς ἀδελφὸς ἰδεῖν ἐν Ἀντιοχείᾳ φησὶ θαυμαζόμενόν τε καὶ προσκυνούμενον ὑπὸ τῶν σπουδαίων, καὶ ἀπεζωγράφησέ μοι τότε τοιοῦτον αὐτόν, ὁποῖος ἥκει. προσελθόντα δὲ καὶ ἀσπασάμενον προσεῖπέ τε ὁ βασιλεὺς φωνῇ Ἑλλάδι καὶ ʽδἢ ἐκέλευσε θύειν μετʼ αὐτοῦ· λευκὸν δὲ ἄρα ἵππον τῶν σφόδρα Νισαίων καταθύσειν ἔμελλε τῷ Ἡλίῳ φαλάροις κοσμήσας, ὥσπερ ἐς πομπήν, ὁ δʼ ὑπολαβὼν σὺ μέν, ὦ βασιλεῦ, θῦε, ἔφη, τὸν σαυτοῦ τρόπον, ἐμοὶ δὲ ξυγχώρησον θῦσαι τὸν ἐμαυτοῦ· καὶ δραξάμενος τοῦ λιβανωτοῦ, Ἥλιε, ἔφη, πέμπε με ἐφʼ ὅσον τῆς γῆς ἐμοί τε καὶ σοὶ δοκεῖ, καὶ γιγνώσκοιμι ἄνδρας ἀγαθούς, φαύλους δὲ μήτε ἐγὼ μάθοιμι μήτε ἐμὲ φαῦλοι. καὶ εἰπὼν ταῦτα τὸν λιβανωτὸν ἐς τὸ πῦρ ἧκεν, ἐπισκεψάμενος δὲ αὐτὸ ὅπη διανίσταται καὶ ὅπη θολοῦται καὶ ὁπόσαις κορυφαῖς ᾅττει καί που καὶ ἐφαπτόμενος τοῦ πυρός, ὅπη εὔσημόν τε καὶ καθαρὸν φαίνοιτο θῦε, ἔφη, λοιπόν, ὦ βασιλεῦ, κατὰ τὰ σαυτοῦ πάτρια, τὰ γὰρ πάτρια τἀμὰ τοιαῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme