Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

34 ὑπολαβὼν οὖν ὁ Δάμις ταῦτα μὲν καὶ αὖθις ἐπισκεψόμεθα, ἔφη ὦ Ἀπολλώνιε, ἃ δὲ χρὴ ἀποκρίνασθαι αὔριον πρὸς τὴν τοῦ βασιλέως ἐπαγγελίαν λαμπρὰν οὖσαν διεσκέφθαι προσήκει. αἰτήσεις μὲν γὰρ ἴσως οὐδέν, τὸ δʼ ὅπως ἂν μὴ ἄλλῳ, φασί, τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ, τοῦτο ὅρα καὶ φυλάττου αὐτό, ὁρῶν οἷ τῆς γῆς εἰ καὶ ὅτι ἐπʼ αὐτῷ κείμεθα. δεῖ δὲ φυλάττεσθαι διαβολάς, ὡς ὑπεροψίᾳ χρώμενον, γιγνώσκειν τε ὡς νῦν μὲν ἐφόδιά ἐστιν ἡμῖν ὁπόσα ἐς Ἰνδοὺς πέμψαι, ἐπανιοῦσι δὲ ἐκεῖθεν οὔτʼ ἂν ἀποχρήσαι ταῦτα, γένοιτο δὲ οὐκ ἂν ἕτερα. καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέχνῃ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme