Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

36 ἀφικομένου δὲ τοῦ εὐνούχου καὶ καλοῦντος αὐτὸν παρὰ τὸν βασιλέα ἀφίξομαι, εἶπεν ἐπειδὰν τὰ πρὸς τοὺς θεοὺς εὖ μοι ἔχῃ. θύσας οὖν καὶ εὐξάμενος ἀπῄει περιβλεπόμενός τε καὶ θαυμαζόμενος τοῦ σχήματος. ὡς δὲ ἔσω παρῆλθε, δίδωμί σοι ἔφη ὁ βασιλεὺς δέκα δωρεὰς ἄνδρα σε ἡγούμενος, οἷος οὔπω τις ἀπὸ Ἑλλήνων δεῦρʼ ἦλθεν. ὁ δὲ ὑπολαβὼν οὐ πάσας, εἶπεν ὦ βασιλεῦ, παραιτήσομαι, μίαν δέ, ἣν ἀντὶ πολλῶν δεκάδων αἱροῦμαι, προθύμως αἰτήσω· καὶ ἅμα τὸν περὶ τῶν Ἐρετριέων διῆλθε λόγον ἀναλαβὼν ἀπὸ τοῦ Δάτιδος. αἰτῶ οὖν ἔφη μὴ περικόπτεσθαι τοὺς ἀθλίους τούτους τῶν ὁρίων τε καὶ τοῦ λόφου, ἀλλὰ νέμεσθαι σφᾶς μέτρον τῆς γῆς, ὃ Δαρεῖος ἐνόμισε, δεινὸν γάρ, εἰ τῆς αὑτῶν ἐκπεσόντες μηδʼ ἣν ἀντʼ ἐκείνης ἔχουσιν, ἕξουσιν. ξυντιθέμενος οὖν ὁ βασιλεὺς Ἐρετριεῖς εἶπεν ἐς μὲν τὴν χθὲς ἡμέραν ἐμοῦ τε πολέμιοι καὶ πατέρων ἐμῶν ἦσαν, ἐπειδὴ ὅπλων ποτὲ ἐφʼ ἡμᾶς ἦρξαν, καὶ παρεωρῶντο, ὡς τὸ γένος αὐτῶν ἀφανισθείη, λοιπὸν δὲ φίλοι τε ἀναγεγράψονται καὶ σατραπεύσει αὐτῶν ἀνὴρ ἀγαθός, ὃς δικαιώσει τὴν χώραν. τὰς δὲ ἐννέα δωρεὰς ἔφη διὰ τί οὐ λήψῃ; ὅτι, ὦ βασιλεῦ εἶπεν οὔπω φίλους ἐνταῦθα ἐκτησάμην. αὐτὸς δὲ οὐδενὸς δέῃ; φήσαντος· τῶν γε τραγημάτων ἔφη καὶ τῶν ἄρτων, ἅ με ἡδέως τε καὶ λαμπρῶς ἑστιᾷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme