Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

38 μέλλων δέ ποτε πρὸς θήρᾳ γίγνεσθαι τῶν ἐν τοῖς παραδείσοις θηρίων, ἐς οὓς λέοντές τε ἀπόκεινται τοῖς βαρβάροις καὶ ἄρκτοι καὶ παρδάλεις, ἠξίου τὸν Ἀπολλώνιον παρατυχεῖν οἱ θηρῶντι, ὁ δὲ ἐκλέλησαι, ὦ βασιλεῦ, ἔφη ὅτι μηδὲ θύοντί σοι παρατυγχάνω; καὶ ἄλλως οὐχ ἡδὺ θηρίοις βεβασανισμένοις καὶ παρὰ τὴν φύσιν τὴν ἑαυτῶν δεδουλωμένοις ἐπιτίθεσθαι. ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως, πῶς ἂν βεβαίως καὶ ἀσφαλῶς ἄρχοι, πολλοὺς ἔφη τιμῶν, πιστεύων δὲ ὀλίγοις. πρεσβευομένου δέ ποτε τοῦ τῆς Συρίας ἄρχοντος περὶ κωμῶν, οἶμαι, δύο προσοίκων τῷ Ζεύγματι καὶ φάσκοντος ὑπακηκοέναι μὲν αὐτὰς Ἀντιόχῳ καὶ Σελεύκῳ πάλαι, νῦν δὲ ὑπʼ αὐτῷ εἶναι Ῥωμαίοις προσηκούσας, καὶ τοὺς μὲν Ἀραβίους τε καὶ Ἀρμενίους μὴ ἐνοχλεῖν τὰς κώμας, αὐτὸν δὲ ὑπερβαίνοντα τοσαύτην γῆν καρποῦσθαι σφᾶς, ὡς αὐτοῦ μᾶλλον ἢ Ῥωμαίων οὔσας, μεταστησάμενος ὁ βασιλεὺς τοὺς πρέσβεις τὰς μὲν κώμας ταύτας, ἔφη Ἀπολλώνιε, ξυνεχώρησαν τοῖς ἐμοῖς προγόνοις οἱ βασιλεῖς, οὓς εἶπον, τροφῆς ἕνεκα τῶν θηρίων, ἃ παρʼ ἡμῖν ἁλισκόμενα φοιτᾷ ἐς τὴν ἐκείνων διὰ τοῦ Εὐφράτου, οἱ δʼ, ὥσπερ ἐκλαθόμενοι τούτου καινῶν τε καὶ ἀδίκων ἅπτονται. τίς οὖν φαίνεταί σοι τῆς πρεσβείας ὁ νοῦς; μέτριος, ὦ βασιλεῦ, ἔφη καὶ ἐπιεικής, εἰ, ἃ δύνανται καὶ ἄκοντος ἔχειν ἐν τῇ ἑαυτῶν ὄντα, βούλονται παρʼ ἑκόντος εὑρίσκεσθαι μᾶλλον. προσετίθει δὲ καὶ τὸ μὴ δεῖν ὑπὲρ κωμῶν, ὧν μείζους κέκτηνται τάχα καὶ ἰδιῶται, διαφέρεσθαι πρὸς Ῥωμαίους καὶ πόλεμον οὐδʼ ὑπὲρ μεγάλων αἴρεσθαι. νοσοῦντι δὲ τῷ βασιλεῖ παρὼν τοσαῦτά τε καὶ οὕτω θεῖα περὶ ψυχῆς διεξῆλθεν, ὡς τὸν βασιλέα ἀναπνεῦσαι καὶ πρὸς τοὺς παρόντας εἰπεῖν, ὅτι Ἀπολλώνιος οὐχ ὑπὲρ τῆς βασιλείας μόνης ἀφροντιστεῖν εἴργασταί με, ἀλλὰ καὶ ὑπὲρ τοῦ θανάτου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme