Book 1
41
ἐπεὶ δὲ ἀπαλλάττεσθαι λοιπὸν ἐδόκει καὶ ξυνεχώρησέ ποτε ὁ βασιλεὺς ἀπιέναι, ἀνεμνήσθη τῶν δωρεῶν ὁ Ἀπολλώνιος, ἃς ἀνεβάλλετο ἔς τʼ ἂν φίλοι αὐτῷ γένωνται, καὶ ὦ βέλτιστε ἔφη βασιλεῦ, τὸν ξένον οὐδὲν εὖ πεποίηκα καὶ μισθὸν ὀφείλω τοῖς μάγοις· σὺ οὖν ἐπιμελήθητι αὐτῶν καὶ τοὐμὸν προθυμήθητι περὶ ἄνδρας σοφούς τε καὶ σοὶ σφόδρα εὔνους. ὑπερησθεὶς οὖν ὁ βασιλεὺς τούτους μὲν αὔριον ζηλωτοὺς ἔφη καὶ μεγάλων ἠξιωμένους ἀποδείξω σοι, σὺ δʼ ἐπεὶ μηδενὸς δέῃ τῶν ἐμῶν, ἀλλὰ τούτοις γε ξυγχώρησον χρήματα παρʼ ἐμοῦ λαβεῖν καὶ ὅ τι βούλονται, τοὺς ἀμφὶ τὸν Δάμιν δείξας. ἀποστραφέντων οὖν κἀκείνων τὸν λόγον τοῦτον ὁρᾷς,ἔφη ὦ βασιλεῦ, τὰς ἐμὰς χεῖρας, ὡς πολλαί τέ εἰσι καὶ ἀλλήλαις ὅμοιαι; σὺ δὲ ἀλλὰ ἡγεμόνα ἄγου ὁ βασιλεὺς ἔφη καὶ καμήλους, ἐφʼ ὧν ὀχήσεσθε, τὸ γὰρ μῆκος τῆς ὁδοῦ κρεῖττον ἢ βαδίσαι πᾶσαν. γιγνέσθω, ἔφη ὦ βασιλεῦ, τοῦτο, φασὶ γὰρ τὴν ὁδὸν ἄπορον εἶναι μὴ οὕτως ὀχουμένῳ, καὶ ἄλλως τὸ ζῷον εὔσιτόν τε καὶ ῥᾴδιον βόσκειν, ὅπου μὴ χιλὸς εἴη. καὶ ὕδωρ δέ, οἶμαι, χρὴ ἐπισιτίσασθαι καὶ ἀπάγειν αὐτὸ ἐν ἀσκοῖς, ὥσπερ τὸν οἶνον. τριῶν ἡμερῶν ἔφη ὁ βασιλεὺς ἄνυδρος ἡ χώρα, μετὰ ταῦτα δὲ πολλὴ ἀφθονία ποταμῶν τε καὶ πηγῶν, βαδίζειν δὲ ʽδεἶ τὴν ἐπὶ Καυκάσου, τὰ γὰρ ἐπιτήδεια ἄφθονα καὶ φίλη ἡ χώρα. ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως ὅ τι αὐτῷ ἀπάξει ἐκεῖθεν· χαρίεν ἔφη ὦ βασιλεῦ, δῶρον· ἢν γὰρ ἡ συνουσία τῶν ἀνδρῶν σοφώτερόν με ἀποφήνῃ, βελτίων ἀφίξομαί σοι ἢ νῦν εἰμι. περιέβαλεν ὁ βασιλεὺς ταῦτα εἰπόντα καὶ ἀφίκοιο, εἶπε τὸ γὰρ δῶρον μέγα.