Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

5 τεχθῆναι δὲ ἐν λειμῶνι λέγεται, πρὸς ᾧ νῦν τὸ ἱερὸν αὐτῷ ἐκπεπόνηται. καὶ μηδὲ ὁ τρόπος ἀγνοείσθω, ὃν ἀπετέχθη· ἀγούσῃ γὰρ τῇ μητρὶ τόκου ὥραν ὄναρ ἐγένετο βαδίσαι ἐς τὸν λειμῶνα καὶ ἄνθη κεῖραι, καὶ δῆτα ἀφικομένη αἱ μὲν δμωαὶ προσεῖχον τοῖς ἄνθεσιν ἐσκεδασμέναι κατὰ τὸν λειμῶνα, αὐτὴ δὲ ἐς ὕπνον ἀπήχθη κλιθεῖσα ἐν τῇ πόᾳ. κύκνοι τοίνυν, οὓς ὁ λειμὼν ἔβοσκε, χορὸν ἐστήσαντο περὶ αὐτὴν καθεύδουσαν, καὶ τὰς πτέρυγας, ὥσπερ εἰώθασιν, ἄραντες ἀθρόον ἤχησαν, καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι, ἡ δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτεκεν, ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. οἱ δὲ ἐγχώριοί φασιν, ὡς ὁμοῦ τε τίκτοιτο καὶ σκηπτὸς ἐν τῇ γῇ πεσεῖσθαι δοκῶν ἐμμετεωρισθείη τῷ αἰθέρι καὶ ἀφανισθείη ἄνω, τό, οἶμαι, ἐκφανὲς καὶ ὑπὲρ πάντα τὰ ἐν τῇ γῇ καὶ τὸ ἀγχοῦ θεῶν καὶ ὁπόσα ὅδε ὁ ἀνὴρ ἐγένετο, φαίνοντες οἱ θεοὶ καὶ προσημαίνοντες.
6 ἔστι δέ τι περὶ Τύανα ὕδωρ Ὁρκίου Διός, ὥς φασι, καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον, οὗ πηγὴ ἀναδίδοται ψυχρά, παφλάζει δέ, ὥσπερ ὁ θερμαινόμενος λέβης. τοῦτο εὐόρκοις μὲν ἵλεών τε καὶ ἡδὺ ὕδωρ, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη· ἀποσκήπτει γὰρ καὶ ἐς ὀφθαλμοὺς καὶ ἐς χεῖρας καὶ ἐς πόδας, καὶ ὑδέροις ἁλίσκονται καὶ φθόαις, καὶ οὐδʼ ἀπελθεῖν δυνατόν, ἀλλʼ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι ὁμολογοῦντες ἃ ἐπιώρκησαν· οἱ μὲν δὴ ἐγχώριοί φασι παῖδα τοῦ Διὸς τὸν Ἀπολλώνιον γεγονέναι, ὁ δʼ ἀνὴρ Ἀπολλωνίου ἑαυτὸν καλεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme