Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 1

9 ἄξιον δὲ μηδὲ τὰ ἐν τῷ ἱερῷ παρελθεῖν βίον γε ἀφηγούμενον ἀνδρός, ὃς καὶ τοῖς θεοῖς ἦν ἐν λόγῳ· μειράκιον γὰρ δὴ Ἀσσύριον παρὰ τὸν Ἀσκληπιὸν ἧκον ἐτρύφα νοσοῦν καὶ ἐν πότοις ἔζη, μᾶλλον δὲ ἀπέθνησκεν· ὑδέρῳ δὲ ἄρα εἴχετο καὶ μέθῃ χαῖρον αὐχμοῦ ἠμέλει. ἠμελεῖτο δὴ ὑπὸ τοῦ Ἀσκληπιοῦ διὰ ταῦτα καὶ οὐδὲ ὄναρ αὐτῷ ἐφοίτα. ἐπιμεμφομένῳ δὲ ταῦτα ἐπιστὰς ὁ θεὸς εἰ Ἀπολλωνίῳ ἔφη διαλέγοιο, ῥᾴων ἔσῃ. προσελθὼν οὖν τῷ Ἀπολλωνίῳ τί ἂν ἔφη τῆς σῆς σοφίας ἐγὼ ἀπολαύσαιμι; κελεύει γάρ με ὁ Ἀσκληπιὸς συνεῖναί σοι. ὃ ἦ δʼ ὃς ἔσται σοι πρὸς τὰ παρόντα πολλοῦ ἄξιον· ὑγιείας γάρ που δέῃ; νὴ Δίʼ εἶπεν ἥν γε ὁ Ἀσκληπιὸς ἐπαγγέλλεται μέν, οὐ δίδωσι δέ. εὐφήμει, ἔφη τοῖς γὰρ βουλομένοις δίδωσι, σὺ δὲ ἐναντία τῇ νόσῳ πράττεις, τρυφῇ γὰρ διδοὺς ὀψοφαγίαν ἐπεσάγεις ὑγροῖς καὶ διεφθορόσι τοῖς σπλάγχνοις καὶ ὕδατι ἐπαντλεῖς πηλόν. ταυτὶ μὲν σαφέστερα, οἶμαι, τῆς Ἡρακλείτου σοφίας ἐχρησμῴδει· ὁ μὲν γὰρ δεῖσθαι ἔφη τοῦ ποιήσοντος ἐξ ἐπομβρίας αὐχμόν, ἐσελθόντος αὐτὸν τουτουὶ τοῦ πάθους, οὐκ εὐξύνετά που λέγων, οὐδὲ δῆλα, ὁ δʼ ἤγαγεν ἐς ὑγίειαν τὸ μειράκιον τὰ σοφὰ σαφῶς ἑρμηνεύσας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme