Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 2

15 ἀλλʼ ἐκεῖνο μοι εἰπέ· οὐκ ἐν ἀρχῇ τῶν λόγων ἔφαμεν σοφίαν εἶναι περὶ τοὺς ἐλέφαντας καὶ νοῦν περὶ ἃ πράττουσι; καὶ εἰκότως, εἶπεν ὦ Δάμι, ἔφαμεν, εἰ γὰρ μὴ νοῦς ἐκυβέρνα τόδε τὸ θηρίον, οὔτʼ ἂν αὐτὸ διεγίγνετο οὔτʼ ἂν τὰ ἔθνη, ἐν οἷς γίγνεται. τί οὖν ἔφη οὕτως ἀμαθῶς καὶ οὐ πρὸς τὸ χρήσιμον ἑαυτοῖς τὴν διάβασιν ποιοῦνται; ἡγεῖται μὲν γάρ, ὡς ὁρᾷς, ὁ μικρότατος, ἕπεται δὲ αὐτῷ τις ὀλίγῳ μείζων, εἶτα ὑπὲρ τοῦτον ἕτερος, καὶ οἱ μέγιστοι κατόπιν πάντες. ἔδει δέ που τὸν ἐναντίον τρόπον αὐτοὺς πορεύεσθαι καὶ τοὺς μεγίστους τείχη καὶ προβλήματα ἑαυτῶν ποιεῖσθαι. ἀλλʼ, ὦ Δάμι, ἔφη πρῶτον μὲν ὑποφεύγειν ἐοίκασι δίωξιν ἀνθρώπων, οἷς που καὶ ἐντευξόμεθα ἑπομένοις τῷ ἴχνει, πρὸς δὲ τοὺς ἐπικειμένους δεῖ τὰ κατὰ νώτου πεφράχθαι μᾶλλον, ὥσπερ ἐν τοῖς πολέμοις, καὶ τοῦτο τακτικώτατον ἡγοῦ τῶν θηρίων, ἔπειτα ἡ διάβασις, εἰ μὲν προδιέβαινον οἱ μέγιστοι σφῶν, οὔπω τεκμαίρεσθαι παρεῖχον ἂν τοῦ ὕδατος εἰ διαβήσονται πάντες, τοῖς μὲν γὰρ εὔπορός τε καὶ ῥᾳδία ἡ περαίωσις ὑψηλοτάτοις οὖσι, τοῖς δὲ χαλεπή τε καὶ ἄπορος, μὴ ὑπεραίρουσι τοῦ ῥεύματος, διελθὼν δὲ ὁ σμικρότατος τὸ ἄλυπον ἤδη καὶ τοῖς λοιποῖς ἑρμηνεύει, καὶ ἄλλως οἱ μὲν μείζους προεμβαίνοντες κοιλότερον ἂν τὸν ποταμὸν ἀποφαίνοιεν τοῖς σμικροῖς, ἀνάγκη γὰρ συνιζάνειν τὴν ἰλὺν ἐς βόθρους διά τε βαρύτητα τοῦ θηρίου διά τε παχύτητα τῶν ποδῶν, οἱ δʼ ἐλάττους οὐδὲν ἂν βλάπτοιεν τὴν τῶν μειζόνων διαπορείαν ἧττον ἐμβοθρεύοντες.
16 ἐγὼ δὲ εὗρον ἐν τοῖς Ἰόβα λόγοις, ὡς καὶ ξυλλαμβάνουσιν ἀλλήλοις ἐν τῇ θήρᾳ καὶ προΐστανται τοῦ ἀπειπόντος, κἂν ἐξέλωνται αὐτόν, τὸ δάκρυον τῆς ἀλόης ἐπαλείφουσι τοῖς τραύμασι περιεστῶτες ὥσπερ ἰατροί. πολλὰ τοιαῦτα ἐφιλοσοφεῖτο αὐτοῖς ἀφορμὰς ποιουμένοις τὰ λόγου ἄξια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme