Book 2
17
τὰ δὲ Νεάρχῳ τε καὶ Πυθαγόρᾳ περὶ τοῦ Ἀκεσίνου ποταμοῦ εἰρημένα, ὡς ἐσβάλλει μὲν ἐς τὸν Ἰνδὸν οὗτος, τρέφει δὲ ὄφεις ἑβδομήκοντα πηχῶν μῆκος, τοιαῦτα εἶναί φασιν, ὁποῖα εἴρηται, καὶ ἀνακείσθω μοι ὁ λόγος ἐς τοὺς δράκοντας, ὧν ὁ Δάμις ἀφηγεῖται τὴν θήραν. ἀφικόμενοι δὲ ἐπὶ τὸν Ἰνδὸν καὶ πρὸς διαβάσει τοῦ ποταμοῦ ὄντες ἤροντο τὸν Βαβυλώνιον, εἴ τι τοῦ ποταμοῦ οἶδε, διαβάσεως πέρι ἐρωτῶντες, ὁ δὲ οὔπω ἔφη πεπλευκέναι αὐτόν, οὐδὲ γιγνώσκειν, ὁπόθεν πλεῖται. τί οὖν ἔφασαν οὐκ ἐμισθώσω ἡγεμόνα; ὅτι ἔστιν ἔφη ὁ ἡγησόμενος καὶ ἅμα ἐδείκνυ τινὰ ἐπιστολὴν ὡς τοῦτο πράξουσαν, ὅτε δὴ καὶ τὸν Οὐαρδάνην τῆς τε φιλανθρωπίας καὶ τῆς ἐπιμελείας ἀγασθῆναί φασι· πρὸς γὰρ τὸν ἐπὶ τοῦ Ἰνδοῦ σατράπην ἔπεμψε τὴν ἐπιστολὴν ταύτην καίτοι μὴ ὑποκείμενον τῇ ἑαυτοῦ ἀρχῇ, εὐεργεσίας ἀναμιμνήσκων αὐτόν, καὶ χάριν μὲν οὐκ ἂν ἐπʼ ἐκείνῃ ἀπαιτῆσαι φάσκων — οὐ γὰρ εἶναι πρὸς τοῦ ἑαυτοῦ τρόπου τὸ ἀνταπαιτεῖν — Ἀπολλώνιον δὲ ὑποδεξαμένῳ καὶ πέμψαντι οἷ βούλεται χάριν ἂν γνῶναι. χρυσίον δὲ τῷ ἡγεμόνι ἔδωκεν, ἵνʼ εἰ δεηθέντα τὸν Ἀπολλώνιον αἴσθοιτο, δοίη τοῦτο καὶ μὴ ἐς ἄλλου χεῖρα βλέψειεν. ἐπεὶ δὲ τὴν ἐπιστολὴν ὁ Ἰνδὸς ἔλαβε, μεγάλων τε ἀξιοῦσθαι ἔφη καὶ φιλοτιμήσεσθαι περὶ τὸν ἄνδρα μεῖον οὐδὲν ἢ εἰ ὁ βασιλεὺς τῶν Ἰνδῶν ὑπὲρ αὐτοῦ ἔγραφε, καὶ τήν τε ναῦν τὴν σατραπίδα ἔδωκεν αὐτῷ ἐμβῆναι πλοῖά τε ἕτερα, ἐφʼ ὧν αἱ κάμηλοι ἐκομίζοντο, ἡγεμόνα τε τῆς γῆς πάσης, ἣν ὁ Ὑδραώτης ὁρίζει, πρός τε τὸν βασιλέα τὸν ἑαυτοῦ ἔγραψε μὴ χείρω αὐτοῦ Οὐαρδάνου γενέσθαι περὶ ἄνδρα Ἕλληνά τε καὶ θεῖον.