Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 2

23 τοιαῦτα σπουδάζοντι τῷ ἀνδρὶ ἐφίστανται παρὰ τοῦ βασιλέως ἄγγελοι καὶ ἑρμηνεύς, ὡς ποιοῖτο αὐτὸν ὁ βασιλεὺς ξένον ἐς τρεῖς ἡμέρας, μὴ γὰρ πλειόνων νενομίσθαι τοὺς ξένους ἐνομιλεῖν τῇ πόλει, καὶ ἡγοῦντο αὐτῷ ἐς τὰ βασίλεια. ἡ πόλις δʼ ὡς μὲν ἔχει τοῦ τείχους, εἴρηκα, φασὶ δʼ ὡς ἀτάκτως τε καὶ Ἀττικῶς τοὺς στενωποὺς τέτμηται κατεσκεύασταί τε οἰκίαις, εἰ μὲν ἔξωθεν ὁρῴη τις αὐτάς, ἕνα ἐχούσαις ὄροφον, εἰ δʼ ἔσω παρέλθοι τις, ὑπογείοις ἤδη καὶ παρεχομέναις ἴσα τοῖς ἄνω τὰ ὑπὸ τῇ γῇ.
24 ἱερὸν δὲ ἰδεῖν Ἡλίου φασίν, ᾧ ἀνεῖτο Αἴας ἐλέφας, καὶ ἀγάλματα Ἀλεξάνδρου χρυσᾶ καὶ Πώρου ἕτερα, χαλκοῦ δʼ ἦν ταῦτα μέλανος. οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι, πυρσαῖς λίθοις ὑπαστράπτει χρυσὸς αὐγὴν ἐκδιδοὺς ἐοικυῖαν ἀκτῖνι. τὸ δὲ ἕδος αὐτὸ μαργαρίτιδος ξύγκειται ξυμβολικὸν τρόπον, ᾧ βάρβαροι πάντες ἐς τὰ ἱερὰ χρῶνται.
25 περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰκοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλʼ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ τέτταρας καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme