Thesauros Literature biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 2

26 ἔδοξεν οὖν τῷ Ἀπολλωνίῳ φιλοσοφεῖν ὁ Ἰνδὸς καὶ παραστησάμενος τὸν ἑρμηνέα χαίρω, εἶπεν ὦ βασιλεῦ, φιλοσοφοῦντά σε ὁρῶν. ἐγὼ δὲ ὑπερχαίρω ἔφη ἐπειδὴ οὕτω περὶ ἐμοῦ οἴει. τουτὶ δὲ νενόμισται παρʼ ὑμῖν, εἶπεν ἢ σὺ πρὸς τὸ ἐπιεικὲς τοῦτο τὴν ἀρχὴν κατεστήσω; σωφρόνως ἔφη νενομισμένῳ σωφρονέστερον χρῶμαι, καὶ πλεῖστα μὲν ἔχω ἀνθρώπων, δέομαι δὲ ὀλίγων, τὰ γὰρ πολλὰ τῶν φίλων τῶν ἐμαυτοῦ ἡγοῦμαι. μακάριε τοῦ θησαυροῦ, εἶπεν εἰ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύῃ τοὺς φίλους, ἐξ ὧν ἀναφύεταί σοι πολλά τε καὶ ἀγαθά. καὶ μὴν καὶ τοῖς ἐχθροῖς ἔφη κοινωνῶ τοῦ πλούτου. τοὺς γὰρ ἀεί ποτε διαφόρους τῇ χώρᾳ ταύτῃ βαρβάρους προσοικοῦντας καὶ καταδρομαῖς χρωμένους ἐς τἀμὰ ὅρια ὑποποιοῦμαι τουτοισὶ τοῖς χρήμασι καὶ δορυφορεῖταί μοι ὑπʼ αὐτῶν ἡ χώρα, καὶ οὔτε αὐτοὶ ἐπὶ τἀμὰ φοιτῶσι τούς τε ὁμόρους αὐτοῖς βαρβάρους ἀνείργουσι, χαλεποὺς ὄντας. ἐρομένου δὲ αὐτὸν τοῦ Ἀπολλωνίου, εἰ καὶ Πῶρος αὐτοῖς ἐτέλει χρήματα, Πῶρος εἶπε πολέμου ἤρα, ἐγὼ δὲ εἰρήνης. πάνυ τοῖς λόγοις τούτοις ἐχειροῦτο τὸν Ἀπολλώνιον καὶ οὕτως αὐτοῦ ἡττήθη, ὡς Εὐφράτῃ ποτὲ ἐπιπλήττων μὴ φιλοσοφοῦντι ἡμεῖς δὲ ἀλλὰ τὸν Ἰνδὸν Φραώτην αἰδώμεθα, φάναι, ὄνομα γὰρ τῷ Ἰνδῷ τοῦτο ἦν. σατράπου δέ, ἐπειδὴ μεγάλων παρʼ αὐτοῦ ἠξιώθη, βουληθέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοις ἐγώ, ἔφη εἰ καὶ τῶν ζηλούντων τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέρριψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος; ἤρετο αὐτὸν καὶ περὶ διαίτης ὁ Ἀπολλώνιος, ὁ δὲ οἴνου μὲν ἔφη πίνω τοσοῦτον, ὅσον τῷ Ἡλίῳ σπένδω, ἃ δʼ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δʼ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ ὁ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα ὁ ποταμὸς κηπεύει. πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες. ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δάμιν θαμὰ ἑώρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme