Book 2
3
μυθολογεῖται δὲ ὑπὸ τῶν βαρβάρων τὸ ὄρος, ἃ καὶ Ἕλληνες ἐπʼ αὐτῷ ᾅδουσιν, ὡς Προμηθεὺς μὲν ἐπὶ φιλανθρωπίᾳ δεθείη ἐκεῖ, Ἡρακλῆς δὲ ἕτερος, οὐ γὰρ τὸν Θηβαῖόν γε βούλονται, μὴ ἀνάσχοιτο τοῦτο, ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν ὁ Προμηθεὺς τοῖς σπλάγχνοις· δεθῆναι δὲ αὐτὸν οἱ μὲν ἐν ἄντρῳ φασίν, ὃ δὴ ἐν πρόποδι τοῦ ὄρους δείκνυται, καὶ δεσμὰ ὁ Δάμις ἀνῆφθαι τῶν πετρῶν λέγει οὐ ῥᾴδια ξυμβαλεῖν τὴν ὕλην, οἱ δʼ ἐν κορυφῇ τοῦ ὄρους· δικόρυμβος δὲ ἡ κορυφὴ καί φασιν, ὡς τὰς χεῖρας ἀπʼ αὐτῶν ἐδέθη διαλειπουσῶν οὐ μεῖον ἢ στάδιον, τοσοῦτος γὰρ εἶναι. τὸν δὲ ὄρνιν τὸν ἀετὸν οἱ τῷ Καυκάσῳ προσοικοῦντες ἐχθρὸν ἡγοῦνται καὶ καλιάς γε, ὁπόσας ἐν τοῖς πάγοις οἱ ἀετοὶ ποιοῦνται, καταπιμπρᾶσιν ἱέντες βέλη πυρφόρα, θήρατρά τε ἐπʼ αὐτοὺς ἵστανται τιμωρεῖν τῷ Προμηθεῖ φάσκοντες· ὧδε γὰρ τοῦ μύθου ἥττηνται.
4
παραμείψαντες δὲ τὸν Καύκασον τετραπήχεις ἀνθρώπους ἰδεῖν φασιν, οὓς ἤδη μελαίνεσθαι, καὶ πενταπήχεις δὲ ἑτέρους ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλθόντες. ἐν δὲ τῇ μέχρι τοῦ ποταμοῦ τούτου ὁδοιπορίᾳ τάδε εὗρον ἀφηγήσεως ἄξια· ἐπορεύοντο μὲν γὰρ ἐν σελήνῃ λαμπρᾷ, φάσμα δὲ αὐτοῖς ἐμπούσης ἐνέπεσε τὸ δεῖνα γινομένη καὶ τὸ δεῖνα αὖ καὶ οὐδὲν εἶναι, ὁ δὲ Ἀπολλώνιος ξυνῆκεν, ὅ τι εἴη, καὶ αὐτός τε ἐλοιδορεῖτο τῇ ἐμπούσῃ, τοῖς τε ἀμφʼ οὑτὸν προσέταξε ταὐτὸ πράττειν, ταυτὶ γὰρ ἄκος εἶναι τῆς προσβολῆς ταύτης· καὶ τὸ φάσμα φυγῇ ᾤχετο τετριγός, ὥσπερ τὰ εἴδωλα.